Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 7

1 καὶ ἐγένετο ἐν τω̨̃ τετάρτω̨ ἔτει ἐπὶ Δαρείου του̃ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι του̃ μηνὸς του̃ ἐνάτου ὅς ἐστιν Χασελευ
2 καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτου̃ του̃ ἐξιλάσασθαι τὸν κύριον
3 λέγων πρὸς τοὺς ἱερει̃ς τοὺς ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων εἰσελήλυθεν ὡ̃δε ἐν τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ τὸ ἁγίασμα καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη
4 καὶ ἐγένετο λόγος κυρίου τω̃ν δυνάμεων πρός με λέγων
5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τη̃ς γη̃ς καὶ πρὸς τοὺς ἱερει̃ς λέγων ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ται̃ς πέμπταις ἢ ἐν ται̃ς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι
6 καὶ ἐὰν φάγητε ἢ πίητε οὐχ ὑμει̃ς ἔσθετε καὶ ὑμει̃ς πίνετε
7 οὐχ οὑ̃τοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν ὅτε ἠ̃ν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνου̃σα καὶ αἱ πόλεις αὐτη̃ς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατω̨κει̃το
8 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων
9 τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιει̃τε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃
10 καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος του̃ ἀδελφου̃ αὐτου̃ μὴ μνησικακείτω ἐν ται̃ς καρδίαις ὑμω̃ν
11 καὶ ἠπείθησαν του̃ προσέχειν καὶ ἔδωκαν νω̃τον παραφρονου̃ντα καὶ τὰ ὠ̃τα αὐτω̃ν ἐβάρυναν του̃ μὴ εἰσακούειν
12 καὶ τὴν καρδίαν αὐτω̃ν ἔταξαν ἀπειθη̃ του̃ μὴ εἰσακούειν του̃ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτου̃ ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος
13 καὶ ἔσται ὃν τρόπον εἰ̃πεν καὶ οὐκ εἰσήκουσαν αὐτου̃ οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω λέγει κύριος παντοκράτωρ
14 καὶ ἐκβαλω̃ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν καὶ ἡ γη̃ ἀφανισθήσεται κατόπισθεν αὐτω̃ν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος καὶ ἔταξαν γη̃ν ἐκλεκτὴν εἰς ἀφανισμόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.