1 καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων |
2 τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζη̃λον μέγαν καὶ θυμω̨̃ μεγάλω̨ ἐζήλωσα αὐτήν |
3 τάδε λέγει κύριος καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσω̨ Ιερουσαλημ καὶ κληθήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον |
4 τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ται̃ς πλατείαις Ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτου̃ ἔχων ἐν τη̨̃ χειρὶ αὐτου̃ ἀπὸ πλήθους ἡμερω̃ν |
5 καὶ αἱ πλατει̃αι τη̃ς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ται̃ς πλατείαις αὐτη̃ς |
6 τάδε λέγει κύριος παντοκράτωρ διότι εἰ ἀδυνατήσει ἐνώπιον τω̃ν καταλοίπων του̃ λαου̃ τούτου ἐν ται̃ς ἡμέραις ἐκείναις μὴ καὶ ἐνώπιον ἐμου̃ ἀδυνατήσει λέγει κύριος παντοκράτωρ |
7 τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἐγὼ ἀνασώ̨ζω τὸν λαόν μου ἀπὸ γη̃ς ἀνατολω̃ν καὶ ἀπὸ γη̃ς δυσμω̃ν |
8 καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσω̨ Ιερουσαλημ καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεὸν ἐν ἀληθεία̨ καὶ ἐν δικαιοσύνη̨ |
9 τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αἱ χει̃ρες ὑμω̃ν τω̃ν ἀκουόντων ἐν ται̃ς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τω̃ν προφητω̃ν ἀφ' ἡ̃ς ἡμέρας τεθεμελίωται ὁ οἰ̃κος κυρίου παντοκράτορος καὶ ὁ ναὸς ἀφ' οὑ̃ ὠ̨κοδόμηται |
10 διότι πρὸ τω̃ν ἡμερω̃ν ἐκείνων ὁ μισθὸς τω̃ν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν καὶ ὁ μισθὸς τω̃ν κτηνω̃ν οὐχ ὑπάρξει καὶ τω̨̃ ἐκπορευομένω̨ καὶ τω̨̃ εἰσπορευομένω̨ οὐκ ἔσται εἰρήνη ἀπὸ τη̃ς θλίψεως καὶ ἐξαποστελω̃ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτου̃ |
11 καὶ νυ̃ν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιω̃ τοι̃ς καταλοίποις του̃ λαου̃ τούτου λέγει κύριος παντοκράτωρ |
12 ἀλλ' ἢ δείξω εἰρήνην ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτη̃ς καὶ ἡ γη̃ δώσει τὰ γενήματα αὐτη̃ς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτου̃ καὶ κατακληρονομήσω τοι̃ς καταλοίποις του̃ λαου̃ μου πάντα ταυ̃τα |
13 καὶ ἔσται ὃν τρόπον ἠ̃τε ἐν κατάρα̨ ἐν τοι̃ς ἔθνεσιν οἰ̃κος Ιουδα καὶ οἰ̃κος Ισραηλ οὕτως διασώσω ὑμα̃ς καὶ ἔσεσθε ἐν εὐλογία̨ θαρσει̃τε καὶ κατισχύετε ἐν ται̃ς χερσὶν ὑμω̃ν |
14 διότι τάδε λέγει κύριος παντοκράτωρ ὃν τρόπον διενοήθην του̃ κακω̃σαι ὑμα̃ς ἐν τω̨̃ παροργίσαι με τοὺς πατέρας ὑμω̃ν λέγει κύριος παντοκράτωρ καὶ οὐ μετενόησα |
15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ται̃ς ἡμέραις ταύταις του̃ καλω̃ς ποιη̃σαι τὴν Ιερουσαλημ καὶ τὸν οἰ̃κον Ιουδα θαρσει̃τε |
16 οὑ̃τοι οἱ λόγοι οὓς ποιήσετε λαλει̃τε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ται̃ς πύλαις ὑμω̃ν |
17 καὶ ἕκαστος τὴν κακίαν του̃ πλησίον αὐτου̃ μὴ λογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν καὶ ὅρκον ψευδη̃ μὴ ἀγαπα̃τε διότι ταυ̃τα πάντα ἐμίσησα λέγει κύριος παντοκράτωρ |
18 καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων |
19 τάδε λέγει κύριος παντοκράτωρ νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τω̨̃ οἴκω̨ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε |
20 τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικου̃ντες πόλεις πολλάς |
21 καὶ συνελεύσονται κατοικου̃ντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες πορευθω̃μεν δεηθη̃ναι του̃ προσώπου κυρίου καὶ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι κἀγώ |
22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ του̃ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου |
23 τάδε λέγει κύριος παντοκράτωρ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασω̃ν τω̃ν γλωσσω̃ν τω̃ν ἐθνω̃ν καὶ ἐπιλάβωνται του̃ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες πορευσόμεθα μετὰ σου̃ διότι ἀκηκόαμεν ὅτι ὁ θεὸς μεθ' ὑμω̃ν ἐστιν |