ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 2
1 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ σχοινίον γεωμετρικόν |
2 καὶ εἰ̃πα πρὸς αὐτόν που̃ σὺ πορεύη̨ καὶ εἰ̃πεν πρός με διαμετρη̃σαι τὴν Ιερουσαλημ του̃ ἰδει̃ν πηλίκον τὸ πλάτος αὐτη̃ς ἐστιν καὶ πηλίκον τὸ μη̃κος |
3 καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ εἱστήκει καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτω̨̃ |
4 καὶ εἰ̃πεν πρὸς αὐτὸν λέγων δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκει̃νον λέγων κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνω̃ν ἐν μέσω̨ αὐτη̃ς |
5 καὶ ἐγὼ ἔσομαι αὐτη̨̃ λέγει κύριος τει̃χος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσω̨ αὐτη̃ς |
6 ὠ̃ ὠ̃ φεύγετε ἀπὸ γη̃ς βορρα̃ λέγει κύριος διότι ἐκ τω̃ν τεσσάρων ἀνέμων του̃ οὐρανου̃ συνάξω ὑμα̃ς λέγει κύριος |
7 εἰς Σιων ἀνασώ̨ζεσθε οἱ κατοικου̃ντες θυγατέρα Βαβυλω̃νος |
8 διότι τάδε λέγει κύριος παντοκράτωρ ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμα̃ς διότι ὁ ἁπτόμενος ὑμω̃ν ὡς ἁπτόμενος τη̃ς κόρης του̃ ὀφθαλμου̃ αὐτου̃ |
9 διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χει̃ρά μου ἐπ' αὐτούς καὶ ἔσονται σκυ̃λα τοι̃ς δουλεύουσιν αὐτοι̃ς καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με |
10 τέρπου καὶ εὐφραίνου θύγατερ Σιων διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσω̨ σου λέγει κύριος |
11 καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἔσονται αὐτω̨̃ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσω̨ σου καὶ ἐπιγνώση̨ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ |
12 καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτου̃ ἐπὶ τὴν γη̃ν τὴν ἁγίαν καὶ αἱρετιει̃ ἔτι τὴν Ιερουσαλημ |
13 εὐλαβείσθω πα̃σα σὰρξ ἀπὸ προσώπου κυρίου διότι ἐξεγήγερται ἐκ νεφελω̃ν ἁγίων αὐτου̃ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.