ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 3
1 καὶ ἔδειξέν μοι 'Ιησου̃ν τὸν ἱερέα τὸν μέγαν ἑστω̃τα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιω̃ν αὐτου̃ του̃ ἀντικει̃σθαι αὐτω̨̃ |
2 καὶ εἰ̃πεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ του̃το ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός |
3 καὶ 'Ιησου̃ς ἠ̃ν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου του̃ ἀγγέλου |
4 καὶ ἀπεκρίθη καὶ εἰ̃πεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτου̃ λέγων ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ ἀφή̨ρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη |
5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ὁ ἄγγελος κυρίου εἱστήκει |
6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς 'Ιησου̃ν λέγων |
7 τάδε λέγει κύριος παντοκράτωρ ἐὰν ἐν ται̃ς ὁδοι̃ς μου πορεύη̨ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξη̨ς καὶ σὺ διακρινει̃ς τὸν οἰ̃κόν μου καὶ ἐὰν διαφυλάξη̨ς καί γε τὴν αὐλήν μου καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσω̨ τω̃ν ἑστηκότων τούτων |
8 ἄκουε δή 'Ιησου̃ ὁ ἱερεὺς ὁ μέγας σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δου̃λόν μου 'Ανατολήν |
9 διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου 'Ιησου̃ ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον λέγει κύριος παντοκράτωρ καὶ ψηλαφήσω πα̃σαν τὴν ἀδικίαν τη̃ς γη̃ς ἐκείνης ἐν ἡμέρα̨ μια̨̃ |
10 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος παντοκράτωρ συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτου̃ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκη̃ς |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.