ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ,
κεφαλίς 8
1 διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικει̃ τὰ πάντα χρηστω̃ς |
2 ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτω̨̃ καὶ ἐραστὴς ἐγενόμην του̃ κάλλους αὐτη̃ς |
3 εὐγένειαν δοξάζει συμβίωσιν θεου̃ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν |
4 μύστις γάρ ἐστιν τη̃ς του̃ θεου̃ ἐπιστήμης καὶ αἱρετὶς τω̃ν ἔργων αὐτου̃ |
5 εἰ δὲ πλου̃τός ἐστιν ἐπιθυμητὸν κτη̃μα ἐν βίω̨ τί σοφίας πλουσιώτερον τη̃ς τὰ πάντα ἐργαζομένης |
6 εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτη̃ς τω̃ν ὄντων μα̃λλόν ἐστιν τεχνι̃τις |
7 καὶ εἰ δικαιοσύνην ἀγαπα̨̃ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὡ̃ν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίω̨ ἀνθρώποις |
8 εἰ δὲ καὶ πολυπειρίαν ποθει̃ τις οἰ̃δεν τὰ ἀρχαι̃α καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημει̃α καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρω̃ν καὶ χρόνων |
9 ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθω̃ν καὶ παραίνεσις φροντίδων καὶ λύπης |
10 ἕξω δι' αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος |
11 ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστω̃ν θαυμασθήσομαι |
12 σιγω̃ντά με περιμενου̃σιν καὶ φθεγγομένω̨ προσέξουσιν καὶ λαλου̃ντος ἐπὶ πλει̃ον χει̃ρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτω̃ν |
13 ἕξω δι' αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοι̃ς μετ' ἐμὲ ἀπολείψω |
14 διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι |
15 φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί ἐν πλήθει φανου̃μαι ἀγαθὸς καὶ ἐν πολέμω̨ ἀνδρει̃ος |
16 εἰσελθὼν εἰς τὸν οἰ̃κόν μου προσαναπαύσομαι αὐτη̨̃ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτη̃ς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτη̃ς ἀλλὰ εὐφροσύνην καὶ χαράν |
17 ταυ̃τα λογισάμενος ἐν ἐμαυτω̨̃ καὶ φροντίσας ἐν καρδία̨ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενεία̨ σοφίας |
18 καὶ ἐν φιλία̨ αὐτη̃ς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρω̃ν αὐτη̃ς πλου̃τος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασία̨ ὁμιλίας αὐτη̃ς φρόνησις καὶ εὔκλεια ἐν κοινωνία̨ λόγων αὐτη̃ς περιή̨ειν ζητω̃ν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν |
19 παι̃ς δὲ ἤμην εὐφυὴς ψυχη̃ς τε ἔλαχον ἀγαθη̃ς |
20 μα̃λλον δὲ ἀγαθὸς ὢν ἠ̃λθον εἰς σω̃μα ἀμίαντον |
21 γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δω̨̃ καὶ του̃το δ' ἠ̃ν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τω̨̃ κυρίω̨ καὶ ἐδεήθην αὐτου̃ καὶ εἰ̃πον ἐξ ὅλης τη̃ς καρδίας μου |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.