Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 9

1 θεὲ πατέρων καὶ κύριε του̃ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγω̨ σου
2 καὶ τη̨̃ σοφία̨ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζη̨ τω̃ν ὑπὸ σου̃ γενομένων κτισμάτων
3 καὶ διέπη̨ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνη̨ καὶ ἐν εὐθύτητι ψυχη̃ς κρίσιν κρίνη̨
4 δός μοι τὴν τω̃ν σω̃ν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάση̨ς ἐκ παίδων σου
5 ὅτι ἐγὼ δου̃λος σὸς καὶ υἱὸς τη̃ς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων
6 κἂν γάρ τις ἠ̨̃ τέλειος ἐν υἱοι̃ς ἀνθρώπων τη̃ς ἀπὸ σου̃ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται
7 σύ με προείλω βασιλέα λαου̃ σου καὶ δικαστὴν υἱω̃ν σου καὶ θυγατέρων
8 εἰ̃πας οἰκοδομη̃σαι ναὸν ἐν ὄρει ἁγίω̨ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνη̃ς ἁγίας ἣν προητοίμασας ἀπ' ἀρχη̃ς
9 καὶ μετὰ σου̃ ἡ σοφία ἡ εἰδυι̃α τὰ ἔργα σου καὶ παρου̃σα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοι̃ς σου καὶ τί εὐθὲς ἐν ἐντολαι̃ς σου
10 ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανω̃ν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαρου̃σά μοι κοπιάση̨ καὶ γνω̃ τί εὐάρεστόν ἐστιν παρὰ σοί
11 οἰ̃δε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ται̃ς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τη̨̃ δόξη̨ αὐτη̃ς
12 καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινω̃ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου
13 τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεου̃ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος
14 λογισμοὶ γὰρ θνητω̃ν δειλοί καὶ ἐπισφαλει̃ς αἱ ἐπίνοιαι ἡμω̃ν
15 φθαρτὸν γὰρ σω̃μα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεω̃δες σκη̃νος νου̃ν πολυφρόντιδα
16 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γη̃ς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοι̃ς τίς ἐξιχνίασεν
17 βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνευ̃μα ἀπὸ ὑψίστων
18 καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τω̃ν ἐπὶ γη̃ς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τη̨̃ σοφία̨ ἐσώθησαν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.