ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ,
κεφαλίς 1
1 'Αγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γη̃ν φρονήσατε περὶ του̃ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν |
2 ὅτι εὑρίσκεται τοι̃ς μὴ πειράζουσιν αὐτόν ἐμφανίζεται δὲ τοι̃ς μὴ ἀπιστου̃σιν αὐτω̨̃ |
3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεου̃ δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας |
4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεω̨ ἁμαρτίας |
5 ἅγιον γὰρ πνευ̃μα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμω̃ν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας |
6 φιλάνθρωπον γὰρ πνευ̃μα σοφία καὶ οὐκ ἀθω̨ώσει βλάσφημον ἀπὸ χειλέων αὐτου̃ ὅτι τω̃ν νεφρω̃ν αὐτου̃ μάρτυς ὁ θεὸς καὶ τη̃ς καρδίας αὐτου̃ ἐπίσκοπος ἀληθὴς καὶ τη̃ς γλώσσης ἀκουστής |
7 ὅτι πνευ̃μα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνω̃σιν ἔχει φωνη̃ς |
8 διὰ του̃το φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθη̨ οὐδὲ μὴ παροδεύση̨ αὐτὸν ἐλέγχουσα ἡ δίκη |
9 ἐν γὰρ διαβουλίοις ἀσεβου̃ς ἐξέτασις ἔσται λόγων δὲ αὐτου̃ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτου̃ |
10 ὅτι οὐ̃ς ζηλώσεως ἀκροα̃ται τὰ πάντα καὶ θρου̃ς γογγυσμω̃ν οὐκ ἀποκρύπτεται |
11 φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελη̃ καὶ ἀπὸ καταλαλια̃ς φείσασθε γλώσσης ὅτι φθέγμα λαθραι̃ον κενὸν οὐ πορεύσεται στόμα δὲ καταψευδόμενον ἀναιρει̃ ψυχήν |
12 μὴ ζηλου̃τε θάνατον ἐν πλάνη̨ ζωη̃ς ὑμω̃ν μηδὲ ἐπισπα̃σθε ὄλεθρον ἐν ἔργοις χειρω̃ν ὑμω̃ν |
13 ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ' ἀπωλεία̨ ζώντων |
14 ἔκτισεν γὰρ εἰς τὸ εἰ̃ναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις του̃ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐται̃ς φάρμακον ὀλέθρου οὔτε ἅ̨δου βασίλειον ἐπὶ γη̃ς |
15 δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν |
16 ἀσεβει̃ς δὲ ται̃ς χερσὶν καὶ τοι̃ς λόγοις προσεκαλέσαντο αὐτόν φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν ὅτι ἄξιοί εἰσιν τη̃ς ἐκείνου μερίδος εἰ̃ναι |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.