1 εἰ̃πον γὰρ ἐν ἑαυτοι̃ς λογισάμενοι οὐκ ὀρθω̃ς ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμω̃ν καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτη̨̃ ἀνθρώπου καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ἅ̨δου |
2 ὅτι αὐτοσχεδίως ἐγενήθημεν καὶ μετὰ του̃το ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμω̃ν καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμω̃ν |
3 οὑ̃ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σω̃μα καὶ τὸ πνευ̃μα διαχυθήσεται ὡς χαυ̃νος ἀήρ |
4 καὶ τὸ ὄνομα ἡμω̃ν ἐπιλησθήσεται ἐν χρόνω̨ καὶ οὐθεὶς μνημονεύσει τω̃ν ἔργων ἡμω̃ν καὶ παρελεύσεται ὁ βίος ἡμω̃ν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθει̃σα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτου̃ βαρυνθει̃σα |
5 σκια̃ς γὰρ πάροδος ὁ καιρὸς ἡμω̃ν καὶ οὐκ ἔστιν ἀναποδισμὸς τη̃ς τελευτη̃ς ἡμω̃ν ὅτι κατεσφραγίσθη καὶ οὐδεὶς ἀναστρέφει |
6 δευ̃τε οὐ̃ν καὶ ἀπολαύσωμεν τω̃ν ὄντων ἀγαθω̃ν καὶ χρησώμεθα τη̨̃ κτίσει ὡς ἐν νεότητι σπουδαίως |
7 οἴνου πολυτελου̃ς καὶ μύρων πλησθω̃μεν καὶ μὴ παροδευσάτω ἡμα̃ς ἄνθος ἔαρος |
8 στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθη̃ναι |
9 μηδεὶς ἡμω̃ν ἄμοιρος ἔστω τη̃ς ἡμετέρας ἀγερωχίας πανταχη̨̃ καταλίπωμεν σύμβολα τη̃ς εὐφροσύνης ὅτι αὕτη ἡ μερὶς ἡμω̃ν καὶ ὁ κλη̃ρος οὑ̃τος |
10 καταδυναστεύσωμεν πένητα δίκαιον μὴ φεισώμεθα χήρας μηδὲ πρεσβύτου ἐντραπω̃μεν πολιὰς πολυχρονίους |
11 ἔστω δὲ ἡμω̃ν ἡ ἰσχὺς νόμος τη̃ς δικαιοσύνης τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται |
12 ἐνεδρεύσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμι̃ν ἐστιν καὶ ἐναντιου̃ται τοι̃ς ἔργοις ἡμω̃ν καὶ ὀνειδίζει ἡμι̃ν ἁμαρτήματα νόμου καὶ ἐπιφημίζει ἡμι̃ν ἁμαρτήματα παιδείας ἡμω̃ν |
13 ἐπαγγέλλεται γνω̃σιν ἔχειν θεου̃ καὶ παι̃δα κυρίου ἑαυτὸν ὀνομάζει |
14 ἐγένετο ἡμι̃ν εἰς ἔλεγχον ἐννοιω̃ν ἡμω̃ν βαρύς ἐστιν ἡμι̃ν καὶ βλεπόμενος |
15 ὅτι ἀνόμοιος τοι̃ς ἄλλοις ὁ βίος αὐτου̃ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτου̃ |
16 εἰς κίβδηλον ἐλογίσθημεν αὐτω̨̃ καὶ ἀπέχεται τω̃ν ὁδω̃ν ἡμω̃ν ὡς ἀπὸ ἀκαθαρσιω̃ν μακαρίζει ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα θεόν |
17 ἴδωμεν εἰ οἱ λόγοι αὐτου̃ ἀληθει̃ς καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτου̃ |
18 εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεου̃ ἀντιλήμψεται αὐτου̃ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων |
19 ὕβρει καὶ βασάνω̨ ἐτάσωμεν αὐτόν ἵνα γνω̃μεν τὴν ἐπιείκειαν αὐτου̃ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτου̃ |
20 θανάτω̨ ἀσχήμονι καταδικάσωμεν αὐτόν ἔσται γὰρ αὐτου̃ ἐπισκοπὴ ἐκ λόγων αὐτου̃ |
21 ταυ̃τα ἐλογίσαντο καὶ ἐπλανήθησαν ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτω̃ν |
22 καὶ οὐκ ἔγνωσαν μυστήρια θεου̃ οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος οὐδὲ ἔκριναν γέρας ψυχω̃ν ἀμώμων |
23 ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ' ἀφθαρσία̨ καὶ εἰκόνα τη̃ς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν |
24 φθόνω̨ δὲ διαβόλου θάνατος εἰση̃λθεν εἰς τὸν κόσμον πειράζουσιν δὲ αὐτὸν οἱ τη̃ς ἐκείνου μερίδος ὄντες |