Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΤΙΤΟΝ, κεφαλίς 2

1 σὺ δὲ λάλει ἃ πρέπει τη̨̃ ὑγιαινούση̨ διδασκαλία̨
2 πρεσβύτας νηφαλίους εἰ̃ναι σεμνούς σώφρονας ὑγιαίνοντας τη̨̃ πίστει τη̨̃ ἀγάπη̨ τη̨̃ ὑπομονη̨̃
3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπει̃ς μὴ διαβόλους μηδὲ οἴνω̨ πολλω̨̃ δεδουλωμένας καλοδιδασκάλους
4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἰ̃ναι φιλοτέκνους
5 σώφρονας ἁγνάς οἰκουργούς ἀγαθάς ὑποτασσομένας τοι̃ς ἰδίοις ἀνδράσιν ἵνα μὴ ὁ λόγος του̃ θεου̃ βλασφημη̃ται
6 τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονει̃ν
7 περὶ πάντα σεαυτòν παρεχόμενος τύπον καλω̃ν ἔργων ἐν τη̨̃ διδασκαλία̨ ἀφθορίαν σεμνότητα
8 λόγον ὑγιη̃ ἀκατάγνωστον ἵνα ὁ ἐξ ἐναντίας ἐντραπη̨̃ μηδὲν ἔχων λέγειν περὶ ἡμω̃ν φαυ̃λον
9 δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πα̃σιν εὐαρέστους εἰ̃ναι μὴ ἀντιλέγοντας
10 μὴ νοσφιζομένους ἀλλὰ πα̃σαν πίστιν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τὴν του̃ σωτη̃ρος ἡμω̃ν θεου̃ κοσμω̃σιν ἐν πα̃σιν
11 ἐπεφάνη γὰρ ἡ χάρις του̃ θεου̃ σωτήριος πα̃σιν ἀνθρώποις
12 παιδεύουσα ἡμα̃ς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβω̃ς ζήσωμεν ἐν τω̨̃ νυ̃ν αἰω̃νι
13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τη̃ς δόξης του̃ μεγάλου θεου̃ καὶ σωτη̃ρος ἡμω̃ν ’Ιησου̃ Χριστου̃
14 ὃς ἔδωκεν ἑαυτòν ὑπὲρ ἡμω̃ν ἵνα λυτρώσηται ἡμα̃ς ἀπò πάσης ἀνομίας καὶ καθαρίση̨ ἑαυτω̨̃ λαòν περιούσιον ζηλωτὴν καλω̃ν ἔργων
15 ταυ̃τα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγη̃ς μηδείς σου περιφρονείτω
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.