Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΤΙΤΟΝ, κεφαλίς 3

1 ὑπομίμνη̨σκε αὐτοὺς ἀρχαι̃ς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχει̃ν πρòς πα̃ν ἔργον ἀγαθòν ἑτοίμους εἰ̃ναι
2 μηδένα βλασφημει̃ν ἀμάχους εἰ̃ναι ἐπιεικει̃ς πα̃σαν ἐνδεικνυμένους πραΰτητα πρòς πάντας ἀνθρώπους
3 ἠ̃μεν γάρ ποτε καὶ ἡμει̃ς ἀνόητοι ἀπειθει̃ς πλανώμενοι δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναι̃ς ποικίλαις ἐν κακία̨ καὶ φθόνω̨ διάγοντες στυγητοί μισου̃ντες ἀλλήλους
4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη του̃ σωτη̃ρος ἡμω̃ν θεου̃
5 οὐκ ἐξ ἔργων τω̃ν ἐν δικαιοσύνη̨ ἃ ἐποιήσαμεν ἡμει̃ς ἀλλὰ κατὰ τò αὐτου̃ ἔλεος ἔσωσεν ἡμα̃ς διὰ λουτρου̃ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου
6 οὑ̃ ἐξέχεεν ἐφ' ἡμα̃ς πλουσίως διὰ ’Ιησου̃ Χριστου̃ του̃ σωτη̃ρος ἡμω̃ν
7 ἵνα δικαιωθέντες τη̨̃ ἐκείνου χάριτι κληρονόμοι γενηθω̃μεν κατ' ἐλπίδα ζωη̃ς αἰωνίου
8 πιστòς ὁ λόγος καὶ περὶ τούτων βούλομαί σε διαβεβαιου̃σθαι ἵνα φροντίζωσιν καλω̃ν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεω̨̃ ταυ̃τά ἐστιν καλὰ καὶ ὠφέλιμα τοι̃ς ἀνθρώποις
9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο εἰσὶν γὰρ ἀνωφελει̃ς καὶ μάταιοι
10 αἱρετικòν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτου̃
11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιου̃τος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος
12 ὅταν πέμψω ’Αρτεμα̃ν πρòς σὲ ἢ Τυχικόν σπούδασον ἐλθει̃ν πρός με εἰς Νικόπολιν ἐκει̃ γὰρ κέκρικα παραχειμάσαι
13 Ζηνα̃ν τòν νομικòν καὶ ’Απολλω̃ν σπουδαίως πρόπεμψον ἵνα μηδὲν αὐτοι̃ς λείπη̨
14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλω̃ν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας ἵνα μὴ ὠ̃σιν ἄκαρποι
15 ἀσπάζονταί σε οἱ μετ' ἐμου̃ πάντες ἄσπασαι τοὺς φιλου̃ντας ἡμα̃ς ἐν πίστει ἡ χάρις μετὰ πάντων ὑμω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.