Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 42

1 μὴ περὶ τούτων αἰσχυνθη̨̃ς καὶ μὴ λάβη̨ς πρόσωπον του̃ ἁμαρτάνειν
2 περὶ νόμου ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιω̃σαι τὸν ἀσεβη̃
3 περὶ λόγου κοινωνου̃ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων
4 περὶ ἀκριβείας ζυγου̃ καὶ σταθμίων καὶ περὶ κτήσεως πολλω̃ν καὶ ὀλίγων
5 περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλη̃ς καὶ οἰκέτη̨ πονηρω̨̃ πλευρὰν αἱμάξαι
6 ἐπὶ γυναικὶ πονηρα̨̃ καλὸν σφραγίς καὶ ὅπου χει̃ρες πολλαί κλει̃σον
7 ὃ ἐὰν παραδιδω̨̃ς ἐν ἀριθμω̨̃ καὶ σταθμω̨̃ καὶ δόσις καὶ λη̃μψις πάντα ἐν γραφη̨̃
8 περὶ παιδείας ἀνοήτου καὶ μωρου̃ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους καὶ ἔση̨ πεπαιδευμένος ἀληθινω̃ς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζω̃ντος
9 θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία καὶ ἡ μέριμνα αὐτη̃ς ἀφιστα̨̃ ὕπνον ἐν νεότητι αὐτη̃ς μήποτε παρακμάση̨ καὶ συνω̨κηκυι̃α μήποτε μισηθη̨̃
10 ἐν παρθενία̨ μήποτε βεβηλωθη̨̃ καὶ ἐν τοι̃ς πατρικοι̃ς αὐτη̃ς ἔγκυος γένηται μετὰ ἀνδρὸς οὐ̃σα μήποτε παραβη̨̃ καὶ συνω̨κηκυι̃α μήποτε στειρωθη̨̃
11 ἐπὶ θυγατρὶ ἀδιατρέπτω̨ στερέωσον φυλακήν μήποτε ποιήση̨ σε ἐπίχαρμα ἐχθροι̃ς λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαου̃ καὶ καταισχύνη̨ σε ἐν πλήθει πολλω̃ν
12 παντὶ ἀνθρώπω̨ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσω̨ γυναικω̃ν μὴ συνέδρευε
13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός
14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν
15 μνησθήσομαι δὴ τὰ ἔργα κυρίου καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι ἐν λόγοις κυρίου τὰ ἔργα αὐτου̃
16 ἥλιος φωτίζων κατὰ πα̃ν ἐπέβλεψεν καὶ τη̃ς δόξης κυρίου πλη̃ρες τὸ ἔργον αὐτου̃
17 οὐκ ἐξεποίησεν τοι̃ς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτου̃ ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχθη̃ναι ἐν δόξη̨ αὐτου̃ τὸ πα̃ν
18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτω̃ν διενοήθη ἔγνω γὰρ ὁ ὕψιστος πα̃σαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημει̃ον αἰω̃νος
19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων
20 οὐ παρη̃λθεν αὐτὸν πα̃ν διανόημα οὐκ ἐκρύβη ἀπ' αὐτου̃ οὐδὲ εἱ̃ς λόγος
21 τὰ μεγαλει̃α τη̃ς σοφίας αὐτου̃ ἐκόσμησεν ὡς ἔστιν πρὸ του̃ αἰω̃νος καὶ εἰς τὸν αἰω̃να οὔτε προσετέθη οὔτε ἠλαττώθη καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου
22 ὡς πάντα τὰ ἔργα αὐτου̃ ἐπιθυμητὰ καὶ ὡς σπινθη̃ρός ἐστιν θεωρη̃σαι
23 πάντα ταυ̃τα ζη̨̃ καὶ μένει εἰς τὸν αἰω̃να ἐν πάσαις χρείαις καὶ πάντα ὑπακούει
24 πάντα δισσά ἓν κατέναντι του̃ ἑνός καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλει̃πον
25 ἓν του̃ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά καὶ τίς πλησθήσεται ὁρω̃ν δόξαν αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.