Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 43

1 γαυρίαμα ὕψους στερέωμα καθαριότητος εἰ̃δος οὐρανου̃ ἐν ὁράματι δόξης
2 ἥλιος ἐν ὀπτασία̨ διαγγέλλων ἐν ἐξόδω̨ σκευ̃ος θαυμαστόν ἔργον ὑψίστου
3 ἐν μεσημβρία̨ αὐτου̃ ἀναξηραίνει χώραν καὶ ἐναντίον καύματος αὐτου̃ τίς ὑποστήσεται
4 κάμινον φυσω̃ν ἐν ἔργοις καύματος τριπλασίως ἥλιος ἐκκαίων ὄρη ἀτμίδας πυρώδεις ἐκφυσω̃ν καὶ ἐκλάμπων ἀκτι̃νας ἀμαυροι̃ ὀφθαλμούς
5 μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτου̃ κατέσπευσεν πορείαν
6 καὶ ἡ σελήνη ἐν πα̃σιν εἰς καιρὸν αὐτη̃ς ἀνάδειξιν χρόνων καὶ σημει̃ον αἰω̃νος
7 ἀπὸ σελήνης σημει̃ον ἑορτη̃ς φωστὴρ μειούμενος ἐπὶ συντελείας
8 μὴν κατὰ τὸ ὄνομα αὐτη̃ς ἐστιν αὐξανόμενος θαυμαστω̃ς ἐν ἀλλοιώσει σκευ̃ος παρεμβολω̃ν ἐν ὕψει ἐν στερεώματι οὐρανου̃ ἐκλάμπων
9 κάλλος οὐρανου̃ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου
10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθω̃σιν ἐν φυλακαι̃ς αὐτω̃ν
11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραι̃ον ἐν τω̨̃ αὐγάσματι αὐτου̃
12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης χει̃ρες ὑψίστου ἐτάνυσαν αὐτό
13 προστάγματι αὐτου̃ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτου̃
14 διὰ του̃το ἠνεώ̨χθησαν θησαυροί καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά
15 ἐν μεγαλείω̨ αὐτου̃ ἴσχυσεν νεφέλας καὶ διεθρύβησαν λίθοι χαλάζης
16 καὶ ἐν ὀπτασία̨ αὐτου̃ σαλευθήσεται ὄρη ἐν θελήματι αὐτου̃ πνεύσεται νότος
17 φωνὴ βροντη̃ς αὐτου̃ ὠνείδισεν γη̃ν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος
18 ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτη̃ς κάλλος λευκότητος αὐτη̃ς ἐκθαυμάσει ὀφθαλμός καὶ ἐπὶ του̃ ὑετου̃ αὐτη̃ς ἐκστήσεται καρδία
19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γη̃ς χέει καὶ παγει̃σα γίνεται σκολόπων ἄκρα
20 ψυχρὸς ἄνεμος βορέης πνεύσει καὶ παγήσεται κρύσταλλος ἐφ' ὕδατος ἐπὶ πα̃σαν συναγωγὴν ὕδατος καταλύσει καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ
21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πυ̃ρ
22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη δρόσος ἀπαντω̃σα ἀπὸ καύσωνος ἱλαρώσει
23 λογισμω̨̃ αὐτου̃ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτη̨̃ νήσους
24 οἱ πλέοντες τὴν θάλασσαν διηγου̃νται τὸν κίνδυνον αὐτη̃ς καὶ ἀκοαι̃ς ὠτίων ἡμω̃ν θαυμάζομεν
25 καὶ ἐκει̃ τὰ παράδοξα καὶ θαυμάσια ἔργα ποικιλία παντὸς ζώ̨ου κτίσις κητω̃ν
26 δι' αὐτὸν εὐοδοι̃ ἄγγελος αὐτου̃ καὶ ἐν λόγω̨ αὐτου̃ σύγκειται τὰ πάντα
27 πολλὰ ἐρου̃μεν καὶ οὐ μὴ ἀφικώμεθα καὶ συντέλεια λόγων τὸ πα̃ν ἐστιν αὐτός
28 δοξάζοντες που̃ ἰσχύσομεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτου̃
29 φοβερὸς κύριος καὶ σφόδρα μέγας καὶ θαυμαστὴ ἡ δυναστεία αὐτου̃
30 δοξάζοντες κύριον ὑψώσατε καθ' ὅσον ἂν δύνησθε ὑπερέξει γὰρ καὶ ἔτι καὶ ὑψου̃ντες αὐτὸν πληθύνατε ἐν ἰσχύι μὴ κοπια̃τε οὐ γὰρ μὴ ἀφίκησθε
31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται καὶ τίς μεγαλυνει̃ αὐτὸν καθώς ἐστιν
32 πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων ὀλίγα γὰρ ἑωράκαμεν τω̃ν ἔργων αὐτου̃
33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοι̃ς εὐσεβέσιν ἔδωκεν σοφίαν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.