Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 14

τòν δὲ ἀσθενου̃ντα τη̨̃ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμω̃ν
ὃς μὲν πιστεύει φαγει̃ν πάντα ὁ δὲ ἀσθενω̃ν λάχανα ἐσθίει
ὁ ἐσθίων τòν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τòν ἐσθίοντα μὴ κρινέτω ὁ θεòς γὰρ αὐτòν προσελάβετο
σὺ τίς εἰ̃ ὁ κρίνων ἀλλότριον οἰκέτην τω̨̃ ἰδίω̨ κυρίω̨ στήκει ἢ πίπτει σταθήσεται δέ δυνατει̃ γὰρ ὁ κύριος στη̃σαι αὐτόν
ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν ὃς δὲ κρίνει πα̃σαν ἡμέραν ἕκαστος ἐν τω̨̃ ἰδίω̨ νοΐ πληροφορείσθω
ὁ φρονω̃ν τὴν ἡμέραν κυρίω̨ φρονει̃ καὶ ὁ ἐσθίων κυρίω̨ ἐσθίει εὐχαριστει̃ γὰρ τω̨̃ θεω̨̃ καὶ ὁ μὴ ἐσθίων κυρίω̨ οὐκ ἐσθίει καὶ εὐχαριστει̃ τω̨̃ θεω̨̃
οὐδεὶς γὰρ ἡμω̃ν ἑαυτω̨̃ ζη̨̃ καὶ οὐδεὶς ἑαυτω̨̃ ἀποθνή̨σκει
ἐάν τε γὰρ ζω̃μεν τω̨̃ κυρίω̨ ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν τω̨̃ κυρίω̨ ἀποθνή̨σκομεν ἐάν τε οὐ̃ν ζω̃μεν ἐάν τε ἀποθνή̨σκωμεν του̃ κυρίου ἐσμέν
εἰς του̃το γὰρ Χριστòς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρω̃ν καὶ ζώντων κυριεύση̨
10 σὺ δὲ τί κρίνεις τòν ἀδελφόν σου ἢ καὶ σὺ τί ἐξουθενει̃ς τòν ἀδελφόν σου πάντες γὰρ παραστησόμεθα τω̨̃ βήματι του̃ θεου̃
11 γέγραπται γάρ ζω̃ ἐγώ λέγει κύριος ὅτι ἐμοὶ κάμψει πα̃ν γόνυ καὶ πα̃σα γλω̃σσα ἐξομολογήσεται τω̨̃ θεω̨̃
12 ἄρα οὐ̃ν ἕκαστος ἡμω̃ν περὶ ἑαυτου̃ λόγον δώσει τω̨̃ θεω̨̃
13 μηκέτι οὐ̃ν ἀλλήλους κρίνωμεν ἀλλὰ του̃το κρίνατε μα̃λλον τò μὴ τιθέναι πρόσκομμα τω̨̃ ἀδελφω̨̃ ἢ σκάνδαλον
14 οἰ̃δα καὶ πέπεισμαι ἐν κυρίω̨ ’Ιησου̃ ὅτι οὐδὲν κοινòν δι' ἑαυτου̃ εἰ μὴ τω̨̃ λογιζομένω̨ τι κοινòν εἰ̃ναι ἐκείνω̨ κοινόν
15 εἰ γὰρ διὰ βρω̃μα ὁ ἀδελφός σου λυπει̃ται οὐκέτι κατὰ ἀγάπην περιπατει̃ς μὴ τω̨̃ βρώματί σου ἐκει̃νον ἀπόλλυε ὑπὲρ οὑ̃ Χριστòς ἀπέθανεν
16 μὴ βλασφημείσθω οὐ̃ν ὑμω̃ν τò ἀγαθόν
17 οὐ γάρ ἐστιν ἡ βασιλεία του̃ θεου̃ βρω̃σις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίω̨
18 ὁ γὰρ ἐν τούτω̨ δουλεύων τω̨̃ Χριστω̨̃ εὐάρεστος τω̨̃ θεω̨̃ καὶ δόκιμος τοι̃ς ἀνθρώποις
19 ἄρα οὐ̃ν τὰ τη̃ς εἰρήνης διώκωμεν καὶ τὰ τη̃ς οἰκοδομη̃ς τη̃ς εἰς ἀλλήλους
20 μὴ ἕνεκεν βρώματος κατάλυε τò ἔργον του̃ θεου̃ πάντα μὲν καθαρά ἀλλὰ κακòν τω̨̃ ἀνθρώπω̨ τω̨̃ διὰ προσκόμματος ἐσθίοντι
21 καλòν τò μὴ φαγει̃ν κρέα μηδὲ πιει̃ν οἰ̃νον μηδὲ ἐν ὡ̨̃ ὁ ἀδελφός σου προσκόπτει
22 σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτòν ἔχε ἐνώπιον του̃ θεου̃ μακάριος ὁ μὴ κρίνων ἑαυτòν ἐν ὡ̨̃ δοκιμάζει
23 ὁ δὲ διακρινόμενος ἐὰν φάγη̨ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως πα̃ν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.