1 ὀφείλομεν δὲ ἡμει̃ς οἱ δυνατοὶ τὰ ἀσθενήματα τω̃ν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοι̃ς ἀρέσκειν |
2 ἕκαστος ἡμω̃ν τω̨̃ πλησίον ἀρεσκέτω εἰς τò ἀγαθòν πρòς οἰκοδομήν |
3 καὶ γὰρ ὁ Χριστòς οὐχ ἑαυτω̨̃ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τω̃ν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ |
4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη ἵνα διὰ τη̃ς ὑπομονη̃ς καὶ διὰ τη̃ς παρακλήσεως τω̃ν γραφω̃ν τὴν ἐλπίδα ἔχωμεν |
5 ὁ δὲ θεòς τη̃ς ὑπομονη̃ς καὶ τη̃ς παρακλήσεως δώ̨η ὑμι̃ν τò αὐτò φρονει̃ν ἐν ἀλλήλοις κατὰ Χριστòν ’Ιησου̃ν |
6 ἵνα ὁμοθυμαδòν ἐν ἑνὶ στόματι δοξάζητε τòν θεòν καὶ πατέρα του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
7 διò προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ Χριστòς προσελάβετο ὑμα̃ς εἰς δόξαν του̃ θεου̃ |
8 λέγω γὰρ Χριστòν διάκονον γεγενη̃σθαι περιτομη̃ς ὑπὲρ ἀληθείας θεου̃ εἰς τò βεβαιω̃σαι τὰς ἐπαγγελίας τω̃ν πατέρων |
9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τòν θεόν καθὼς γέγραπται διὰ του̃το ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τω̨̃ ὀνοματί σου ψαλω̃ |
10 καὶ πάλιν λέγει εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃ |
11 καὶ πάλιν αἰνει̃τε πάντα τὰ ἔθνη τòν κύριον καὶ ἐπαινεσάτωσαν αὐτòν πάντες οἱ λαοί |
12 καὶ πάλιν ’Ησαΐας λέγει ἔσται ἡ ῥίζα του̃ ’Ιεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνω̃ν ἐπ' αὐτω̨̃ ἔθνη ἐλπιου̃σιν |
13 ὁ δὲ θεòς τη̃ς ἐλπίδος πληρώσαι ὑμα̃ς πάσης χαρα̃ς καὶ εἰρήνης ἐν τω̨̃ πιστεύειν εἰς τò περισσεύειν ὑμα̃ς ἐν τη̨̃ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου |
14 πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτòς ἐγὼ περὶ ὑμω̃ν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης τη̃ς γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετει̃ν |
15 τολμηρότερον δὲ ἔγραψα ὑμι̃ν ἀπò μέρους ὡς ἐπαναμιμνή̨σκων ὑμα̃ς διὰ τὴν χάριν τὴν δοθει̃σάν μοι ὑπò του̃ θεου̃ |
16 εἰς τò εἰ̃ναί με λειτουργòν Χριστου̃ ’Ιησου̃ εἰς τὰ ἔθνη ἱερουργου̃ντα τò εὐαγγέλιον του̃ θεου̃ ἵνα γένηται ἡ προσφορὰ τω̃ν ἐθνω̃ν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίω̨ |
17 ἔχω οὐ̃ν τὴν καύχησιν ἐν Χριστω̨̃ ’Ιησου̃ τὰ πρòς τòν θεόν |
18 οὐ γὰρ τολμήσω τι λαλει̃ν ὡ̃ν οὐ κατειργάσατο Χριστòς δι' ἐμου̃ εἰς ὑπακοὴν ἐθνω̃ν λόγω̨ καὶ ἔργω̨ |
19 ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος θεου̃ ὥστε με ἀπò ’Ιερουσαλὴμ καὶ κύκλω̨ μέχρι του̃ ’Ιλλυρικου̃ πεπληρωκέναι τò εὐαγγέλιον του̃ Χριστου̃ |
20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομω̃ |
21 ἀλλὰ καθὼς γέγραπται οἱ̃ς οὐκ ἀνηγγέλη περὶ αὐτου̃ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν |
22 διò καὶ ἐνεκοπτόμην τὰ πολλὰ του̃ ἐλθει̃ν πρòς ὑμα̃ς |
23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοι̃ς κλίμασι τούτοις ἐπιποθίαν δὲ ἔχων του̃ ἐλθει̃ν πρòς ὑμα̃ς ἀπò πολλω̃ν ἐτω̃ν |
24 ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμα̃ς καὶ ὑφ' ὑμω̃ν προπεμφθη̃ναι ἐκει̃ ἐὰν ὑμω̃ν πρω̃τον ἀπò μέρους ἐμπλησθω̃ |
25 νυνὶ δὲ πορεύομαι εἰς ’Ιερουσαλὴμ διακονω̃ν τοι̃ς ἁγίοις |
26 εὐδόκησαν γὰρ Μακεδονία καὶ ’Αχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τω̃ν ἁγίων τω̃ν ἐν ’Ιερουσαλήμ |
27 εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτω̃ν εἰ γὰρ τοι̃ς πνευματικοι̃ς αὐτω̃ν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοι̃ς σαρκικοι̃ς λειτουργη̃σαι αὐτοι̃ς |
28 του̃το οὐ̃ν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοι̃ς τòν καρπòν του̃τον ἀπελεύσομαι δι' ὑμω̃ν εἰς Σπανίαν |
29 οἰ̃δα δὲ ὅτι ἐρχόμενος πρòς ὑμα̃ς ἐν πληρώματι εὐλογίας Χριστου̃ ἐλεύσομαι |
30 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ καὶ διὰ τη̃ς ἀγάπης του̃ πνεύματος συναγωνίσασθαί μοι ἐν ται̃ς προσευχαι̃ς ὑπὲρ ἐμου̃ πρòς τòν θεόν |
31 ἵνα ῥυσθω̃ ἀπò τω̃ν ἀπειθούντων ἐν τη̨̃ ’Ιουδαία̨ καὶ ἡ διακονία μου ἡ εἰς ’Ιερουσαλὴμ εὐπρόσδεκτος τοι̃ς ἁγίοις γένηται |
32 ἵνα ἐν χαρα̨̃ ἐλθὼν πρòς ὑμα̃ς διὰ θελήματος θεου̃ συναναπαύσωμαι ὑμι̃ν |
33 ὁ δὲ θεòς τη̃ς εἰρήνης μετὰ πάντων ὑμω̃ν ἀμήν |