Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 90

αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ ὁ κατοικω̃ν ἐν βοηθεία̨ του̃ ὑψίστου ἐν σκέπη̨ του̃ θεου̃ του̃ οὐρανου̃ αὐλισθήσεται
ἐρει̃ τω̨̃ κυρίω̨ ἀντιλήμπτωρ μου εἰ̃ καὶ καταφυγή μου ὁ θεός μου ἐλπιω̃ ἐπ' αὐτόν
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτω̃ν καὶ ἀπὸ λόγου ταραχώδους
ἐν τοι̃ς μεταφρένοις αὐτου̃ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτου̃ ἐλπιει̃ς ὅπλω̨ κυκλώσει σε ἡ ἀλήθεια αὐτου̃
οὐ φοβηθήση̨ ἀπὸ φόβου νυκτερινου̃ ἀπὸ βέλους πετομένου ἡμέρας
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινου̃
πεσει̃ται ἐκ του̃ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιω̃ν σου πρὸς σὲ δὲ οὐκ ἐγγιει̃
πλὴν τοι̃ς ὀφθαλμοι̃ς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλω̃ν ὄψη̨
ὅτι σύ κύριε ἡ ἐλπίς μου τὸν ὕψιστον ἔθου καταφυγήν σου
10 οὐ προσελεύσεται πρὸς σὲ κακά καὶ μάστιξ οὐκ ἐγγιει̃ τω̨̃ σκηνώματί σου
11 ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ του̃ διαφυλάξαι σε ἐν πάσαις ται̃ς ὁδοι̃ς σου
12 ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρὸς λίθον τὸν πόδα σου
13 ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήση̨ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
14 ὅτι ἐπ' ἐμὲ ἤλπισεν καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτόν ὅτι ἔγνω τὸ ὄνομά μου
15 ἐπικαλέσεταί με καὶ εἰσακούσομαι αὐτου̃ μετ' αὐτου̃ εἰμι ἐν θλίψει καὶ ἐξελου̃μαι καὶ δοξάσω αὐτόν
16 μακρότητα ἡμερω̃ν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτω̨̃ τὸ σωτήριόν μου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.