Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 91

1 ψαλμὸς ὠ̨δη̃ς εἰς τὴν ἡμέραν του̃ σαββάτου
2 ἀγαθὸν τὸ ἐξομολογει̃σθαι τω̨̃ κυρίω̨ καὶ ψάλλειν τω̨̃ ὀνόματί σου ὕψιστε
3 του̃ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
4 ἐν δεκαχόρδω̨ ψαλτηρίω̨ μετ' ὠ̨δη̃ς ἐν κιθάρα̨
5 ὅτι εὔφρανάς με κύριε ἐν τω̨̃ ποιήματί σου καὶ ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου ἀγαλλιάσομαι
6 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου
7 ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταυ̃τα
8 ἐν τω̨̃ ἀνατει̃λαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθω̃σιν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
9 σὺ δὲ ὕψιστος εἰς τὸν αἰω̃να κύριε
10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολου̃νται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γη̃ράς μου ἐν ἐλαίω̨ πίονι
12 καὶ ἐπει̃δεν ὁ ὀφθαλμός μου ἐν τοι̃ς ἐχθροι̃ς μου καὶ ἐν τοι̃ς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὐ̃ς μου
13 δίκαιος ὡς φοι̃νιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τω̨̃ Λιβάνω̨ πληθυνθήσεται
14 πεφυτευμένοι ἐν τω̨̃ οἴκω̨ κυρίου ἐν ται̃ς αὐλαι̃ς του̃ θεου̃ ἡμω̃ν ἐξανθήσουσιν
15 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθου̃ντες ἔσονται
16 του̃ ἀναγγει̃λαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτω̨̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.