Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 89

προσευχὴ του̃ Μωυση̃ ἀνθρώπου του̃ θεου̃ κύριε καταφυγὴ ἐγενήθης ἡμι̃ν ἐν γενεα̨̃ καὶ γενεα̨̃
πρὸ του̃ ὄρη γενηθη̃ναι καὶ πλασθη̃ναι τὴν γη̃ν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ του̃ αἰω̃νος ἕως του̃ αἰω̃νος σὺ εἰ̃
μὴ ἀποστρέψη̨ς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἰ̃πας ἐπιστρέψατε υἱοὶ ἀνθρώπων
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοι̃ς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές ἥτις διη̃λθεν καὶ φυλακὴ ἐν νυκτί
τὰ ἐξουδενώματα αὐτω̃ν ἔτη ἔσονται τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι
τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι τὸ ἑσπέρας ἀποπέσοι σκληρυνθείη καὶ ξηρανθείη
ὅτι ἐξελίπομεν ἐν τη̨̃ ὀργη̨̃ σου καὶ ἐν τω̨̃ θυμω̨̃ σου ἐταράχθημεν
ἔθου τὰς ἀνομίας ἡμω̃ν ἐνώπιόν σου ὁ αἰὼν ἡμω̃ν εἰς φωτισμὸν του̃ προσώπου σου
ὅτι πα̃σαι αἱ ἡμέραι ἡμω̃ν ἐξέλιπον καὶ ἐν τη̨̃ ὀργη̨̃ σου ἐξελίπομεν τὰ ἔτη ἡμω̃ν ὡς ἀράχνην ἐμελέτων
10 αἱ ἡμέραι τω̃ν ἐτω̃ν ἡμω̃ν ἐν αὐτοι̃ς ἑβδομήκοντα ἔτη ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη καὶ τὸ πλει̃ον αὐτω̃ν κόπος καὶ πόνος ὅτι ἐπη̃λθεν πραΰτης ἐφ' ἡμα̃ς καὶ παιδευθησόμεθα
11 τίς γινώσκει τὸ κράτος τη̃ς ὀργη̃ς σου καὶ ἀπὸ του̃ φόβου σου τὸν θυμόν σου
12 ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τη̨̃ καρδία̨ ἐν σοφία̨
13 ἐπίστρεψον κύριε ἕως πότε καὶ παρακλήθητι ἐπὶ τοι̃ς δούλοις σου
14 ἐνεπλήσθημεν τὸ πρωὶ του̃ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ται̃ς ἡμέραις ἡμω̃ν
15 εὐφράνθημεν ἀνθ' ὡ̃ν ἡμερω̃ν ἐταπείνωσας ἡμα̃ς ἐτω̃ν ὡ̃ν εἴδομεν κακά
16 καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτω̃ν
17 καὶ ἔστω ἡ λαμπρότης κυρίου του̃ θεου̃ ἡμω̃ν ἐφ' ἡμα̃ς καὶ τὰ ἔργα τω̃ν χειρω̃ν ἡμω̃ν κατεύθυνον ἐφ' ἡμα̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.