Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 88

συνέσεως Αιθαν τω̨̃ Ισραηλίτη̨
τὰ ἐλέη σου κύριε εἰς τὸν αἰω̃να ἄ̨σομαι εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελω̃ τὴν ἀλήθειάν σου ἐν τω̨̃ στόματί μου
ὅτι εἰ̃πας εἰς τὸν αἰω̃να ἔλεος οἰκοδομηθήσεται ἐν τοι̃ς οὐρανοι̃ς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
διεθέμην διαθήκην τοι̃ς ἐκλεκτοι̃ς μου ὤμοσα Δαυιδ τω̨̃ δούλω̨ μου
ἕως του̃ αἰω̃νος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου κύριε καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησία̨ ἁγίων
ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τω̨̃ κυρίω̨ καὶ τίς ὁμοιωθήσεται τω̨̃ κυρίω̨ ἐν υἱοι̃ς θεου̃
ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλη̨̃ ἁγίων μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλω̨ αὐτου̃
κύριε ὁ θεὸς τω̃ν δυνάμεων τίς ὅμοιός σοι δυνατὸς εἰ̃ κύριε καὶ ἡ ἀλήθειά σου κύκλω̨ σου
10 σὺ δεσπόζεις του̃ κράτους τη̃ς θαλάσσης τὸν δὲ σάλον τω̃ν κυμάτων αὐτη̃ς σὺ καταπραΰνεις
11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τω̨̃ βραχίονι τη̃ς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου
12 σοί εἰσιν οἱ οὐρανοί καὶ σή ἐστιν ἡ γη̃ τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτη̃ς σὺ ἐθεμελίωσας
13 τὸν βορρα̃ν καὶ θαλάσσας σὺ ἔκτισας Θαβωρ καὶ Ερμων ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται
14 σὸς ὁ βραχίων μετὰ δυναστείας κραταιωθήτω ἡ χείρ σου ὑψωθήτω ἡ δεξιά σου
15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία του̃ θρόνου σου ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου
16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν κύριε ἐν τω̨̃ φωτὶ του̃ προσώπου σου πορεύσονται
17 καὶ ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τη̨̃ δικαιοσύνη̨ σου ὑψωθήσονται
18 ὅτι τὸ καύχημα τη̃ς δυνάμεως αὐτω̃ν εἰ̃ σύ καὶ ἐν τη̨̃ εὐδοκία̨ σου ὑψωθήσεται τὸ κέρας ἡμω̃ν
19 ὅτι του̃ κυρίου ἡ ἀντίλημψις καὶ του̃ ἁγίου Ισραηλ βασιλέως ἡμω̃ν
20 τότε ἐλάλησας ἐν ὁράσει τοι̃ς ὁσίοις σου καὶ εἰ̃πας ἐθέμην βοήθειαν ἐπὶ δυνατόν ὕψωσα ἐκλεκτὸν ἐκ του̃ λαου̃ μου
21 εὑ̃ρον Δαυιδ τὸν δου̃λόν μου ἐν ἐλαίω̨ ἁγίω̨ μου ἔχρισα αὐτόν
22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτω̨̃ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν
23 οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτω̨̃ καὶ υἱὸς ἀνομίας οὐ προσθήσει του̃ κακω̃σαι αὐτόν
24 καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτου̃ ἀπὸ προσώπου αὐτου̃ καὶ τοὺς μισου̃ντας αὐτὸν τροπώσομαι
25 καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτου̃ καὶ ἐν τω̨̃ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτου̃
26 καὶ θήσομαι ἐν θαλάσση̨ χει̃ρα αὐτου̃ καὶ ἐν ποταμοι̃ς δεξιὰν αὐτου̃
27 αὐτὸς ἐπικαλέσεταί με πατήρ μου εἰ̃ σύ θεός μου καὶ ἀντιλήμπτωρ τη̃ς σωτηρίας μου
28 κἀγὼ πρωτότοκον θήσομαι αὐτόν ὑψηλὸν παρὰ τοι̃ς βασιλευ̃σιν τη̃ς γη̃ς
29 εἰς τὸν αἰω̃να φυλάξω αὐτω̨̃ τὸ ἔλεός μου καὶ ἡ διαθήκη μου πιστὴ αὐτω̨̃
30 καὶ θήσομαι εἰς τὸν αἰω̃να του̃ αἰω̃νος τὸ σπέρμα αὐτου̃ καὶ τὸν θρόνον αὐτου̃ ὡς τὰς ἡμέρας του̃ οὐρανου̃
31 ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτου̃ τὸν νόμον μου καὶ τοι̃ς κρίμασίν μου μὴ πορευθω̃σιν
32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
33 ἐπισκέψομαι ἐν ῥάβδω̨ τὰς ἀνομίας αὐτω̃ν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτω̃ν
34 τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτου̃ οὐδὲ μὴ ἀδικήσω ἐν τη̨̃ ἀληθεία̨ μου
35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου οὐ μὴ ἀθετήσω
36 ἅπαξ ὤμοσα ἐν τω̨̃ ἁγίω̨ μου εἰ τω̨̃ Δαυιδ ψεύσομαι
37 τὸ σπέρμα αὐτου̃ εἰς τὸν αἰω̃να μενει̃ καὶ ὁ θρόνος αὐτου̃ ὡς ὁ ἥλιος ἐναντίον μου
38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰω̃να καὶ ὁ μάρτυς ἐν οὐρανω̨̃ πιστός διάψαλμα
39 σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας ἀνεβάλου τὸν χριστόν σου
40 κατέστρεψας τὴν διαθήκην του̃ δούλου σου ἐβεβήλωσας εἰς τὴν γη̃ν τὸ ἁγίασμα αὐτου̃
41 καθει̃λες πάντας τοὺς φραγμοὺς αὐτου̃ ἔθου τὰ ὀχυρώματα αὐτου̃ δειλίαν
42 διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν ἐγενήθη ὄνειδος τοι̃ς γείτοσιν αὐτου̃
43 ὕψωσας τὴν δεξιὰν τω̃ν ἐχθρω̃ν αὐτου̃ εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτου̃
44 ἀπέστρεψας τὴν βοήθειαν τη̃ς ῥομφαίας αὐτου̃ καὶ οὐκ ἀντελάβου αὐτου̃ ἐν τω̨̃ πολέμω̨
45 κατέλυσας ἀπὸ καθαρισμου̃ αὐτόν τὸν θρόνον αὐτου̃ εἰς τὴν γη̃ν κατέρραξας
46 ἐσμίκρυνας τὰς ἡμέρας του̃ χρόνου αὐτου̃ κατέχεας αὐτου̃ αἰσχύνην διάψαλμα
47 ἕως πότε κύριε ἀποστρέψεις εἰς τέλος ἐκκαυθήσεται ὡς πυ̃ρ ἡ ὀργή σου
48 μνήσθητι τίς μου ἡ ὑπόστασις μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων
49 τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον ῥύσεται τὴν ψυχὴν αὐτου̃ ἐκ χειρὸς ἅ̨δου διάψαλμα
50 που̃ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαι̃α κύριε ἃ ὤμοσας τω̨̃ Δαυιδ ἐν τη̨̃ ἀληθεία̨ σου
51 μνήσθητι κύριε του̃ ὀνειδισμου̃ τω̃ν δούλων σου οὑ̃ ὑπέσχον ἐν τω̨̃ κόλπω̨ μου πολλω̃ν ἐθνω̃ν
52 οὑ̃ ὠνείδισαν οἱ ἐχθροί σου κύριε οὑ̃ ὠνείδισαν τὸ ἀντάλλαγμα του̃ χριστου̃ σου
53 εὐλογητὸς κύριος εἰς τὸν αἰω̃να γένοιτο γένοιτο
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.