ΨΑΛΜΟΙ,
ψαλμὀς 82
1 ὠ̨δὴ ψαλμου̃ τω̨̃ Ασαφ |
2 ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήση̨ς μηδὲ καταπραΰνη̨ς ὁ θεός |
3 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισου̃ντές σε ἠ̃ραν κεφαλήν |
4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τω̃ν ἁγίων σου |
5 εἰ̃παν δευ̃τε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθη̨̃ τὸ ὄνομα Ισραηλ ἔτι |
6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοία̨ ἐπὶ τὸ αὐτό κατὰ σου̃ διαθήκην διέθεντο |
7 τὰ σκηνώματα τω̃ν Ιδουμαίων καὶ οἱ Ισμαηλι̃ται Μωαβ καὶ οἱ Αγαρηνοί |
8 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τω̃ν κατοικούντων Τύρον |
9 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ' αὐτω̃ν ἐγενήθησαν εἰς ἀντίλημψιν τοι̃ς υἱοι̃ς Λωτ διάψαλμα |
10 ποίησον αὐτοι̃ς ὡς τη̨̃ Μαδιαμ καὶ τω̨̃ Σισαρα ὡς ὁ Ιαβιν ἐν τω̨̃ χειμάρρω̨ Κισων |
11 ἐξωλεθρεύθησαν ἐν Αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τη̨̃ γη̨̃ |
12 θου̃ τοὺς ἄρχοντας αὐτω̃ν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτω̃ν |
13 οἵτινες εἰ̃παν κληρονομήσωμεν ἑαυτοι̃ς τὸ ἁγιαστήριον του̃ θεου̃ |
14 ὁ θεός μου θου̃ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου |
15 ὡσεὶ πυ̃ρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη |
16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τη̨̃ καταιγίδι σου καὶ ἐν τη̨̃ ὀργη̨̃ σου ταράξεις αὐτούς |
17 πλήρωσον τὰ πρόσωπα αὐτω̃ν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε |
18 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν |
19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πα̃σαν τὴν γη̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.