ΨΑΛΜΟΙ,
ψαλμὀς 83
1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν τοι̃ς υἱοι̃ς Κορε ψαλμός |
2 ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τω̃ν δυνάμεων |
3 ἐπιποθει̃ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς του̃ κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζω̃ντα |
4 καὶ γὰρ στρουθίον εὑ̃ρεν ἑαυτω̨̃ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτη̨̃ οὑ̃ θήσει τὰ νοσσία αὐτη̃ς τὰ θυσιαστήριά σου κύριε τω̃ν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ θεός μου |
5 μακάριοι οἱ κατοικου̃ντες ἐν τω̨̃ οἴκω̨ σου εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων αἰνέσουσίν σε διάψαλμα |
6 μακάριος ἀνήρ οὑ̃ ἐστιν ἡ ἀντίλημψις αὐτου̃ παρὰ σου̃ κύριε ἀναβάσεις ἐν τη̨̃ καρδία̨ αὐτου̃ διέθετο |
7 ἐν τη̨̃ κοιλάδι του̃ κλαυθμω̃νος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετω̃ν |
8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ θεὸς τω̃ν θεω̃ν ἐν Σιων |
9 κύριε ὁ θεὸς τω̃ν δυνάμεων εἰσάκουσον τη̃ς προσευχη̃ς μου ἐνώτισαι ὁ θεὸς Ιακωβ διάψαλμα |
10 ὑπερασπιστὰ ἡμω̃ν ἰδέ ὁ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον του̃ χριστου̃ σου |
11 ὅτι κρείσσων ἡμέρα μία ἐν ται̃ς αὐλαι̃ς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτει̃σθαι ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ μα̃λλον ἢ οἰκει̃ν ἐν σκηνώμασιν ἁμαρτωλω̃ν |
12 ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπα̨̃ κύριος ὁ θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακία̨ |
13 κύριε τω̃ν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.