Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 49

ψαλμὸς τω̨̃ Ασαφ θεὸς θεω̃ν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γη̃ν ἀπὸ ἀνατολω̃ν ἡλίου καὶ μέχρι δυσμω̃ν
ἐκ Σιων ἡ εὐπρέπεια τη̃ς ὡραιότητος αὐτου̃ ὁ θεὸς ἐμφανω̃ς ἥξει
ὁ θεὸς ἡμω̃ν καὶ οὐ παρασιωπήσεται πυ̃ρ ἐναντίον αὐτου̃ καυθήσεται καὶ κύκλω̨ αὐτου̃ καταιγὶς σφόδρα
προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γη̃ν διακρι̃ναι τὸν λαὸν αὐτου̃
συναγάγετε αὐτω̨̃ τοὺς ὁσίους αὐτου̃ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτου̃ ἐπὶ θυσίαις
καὶ ἀναγγελου̃σιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτου̃ ὅτι ὁ θεὸς κριτής ἐστιν διάψαλμα
ἄκουσον λαός μου καὶ λαλήσω σοι Ισραηλ καὶ διαμαρτύρομαί σοι ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ
οὐκ ἐπὶ ται̃ς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός
οὐ δέξομαι ἐκ του̃ οἴκου σου μόσχους οὐδὲ ἐκ τω̃ν ποιμνίων σου χιμάρους
10 ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία του̃ δρυμου̃ κτήνη ἐν τοι̃ς ὄρεσιν καὶ βόες
11 ἔγνωκα πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ὡραιότης ἀγρου̃ μετ' ἐμου̃ ἐστιν
12 ἐὰν πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτη̃ς
13 μὴ φάγομαι κρέα ταύρων ἢ αἱ̃μα τράγων πίομαι
14 θυ̃σον τω̨̃ θεω̨̃ θυσίαν αἰνέσεως καὶ ἀπόδος τω̨̃ ὑψίστω̨ τὰς εὐχάς σου
15 καὶ ἐπικάλεσαί με ἐν ἡμέρα̨ θλίψεως καὶ ἐξελου̃μαί σε καὶ δοξάσεις με διάψαλμα
16 τω̨̃ δὲ ἁμαρτωλω̨̃ εἰ̃πεν ὁ θεός ἵνα τί σὺ διηγη̨̃ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου
17 σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω
18 εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτω̨̃ καὶ μετὰ μοιχω̃ν τὴν μερίδα σου ἐτίθεις
19 τὸ στόμα σου ἐπλεόνασεν κακίαν καὶ ἡ γλω̃σσά σου περιέπλεκεν δολιότητα
20 καθήμενος κατὰ του̃ ἀδελφου̃ σου κατελάλεις καὶ κατὰ του̃ υἱου̃ τη̃ς μητρός σου ἐτίθεις σκάνδαλον
21 ταυ̃τα ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου
22 σύνετε δὴ ταυ̃τα οἱ ἐπιλανθανόμενοι του̃ θεου̃ μήποτε ἁρπάση̨ καὶ μὴ ἠ̨̃ ὁ ῥυόμενος
23 θυσία αἰνέσεως δοξάσει με καὶ ἐκει̃ ὁδός ἡ̨̃ δείξω αὐτω̨̃ τὸ σωτήριον του̃ θεου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.