ΨΑΛΜΟΙ,
ψαλμὀς 50
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ |
2 ἐν τω̨̃ ἐλθει̃ν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα εἰση̃λθεν πρὸς Βηρσαβεε |
3 ἐλέησόν με ὁ θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλη̃θος τω̃ν οἰκτιρμω̃ν σου ἐξάλειψον τὸ ἀνόμημά μου |
4 ἐπὶ πλει̃ον πλυ̃νόν με ἀπὸ τη̃ς ἀνομίας μου καὶ ἀπὸ τη̃ς ἁμαρτίας μου καθάρισόν με |
5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός |
6 σοὶ μόνω̨ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθη̨̃ς ἐν τοι̃ς λόγοις σου καὶ νικήση̨ς ἐν τω̨̃ κρίνεσθαί σε |
7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου |
8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τη̃ς σοφίας σου ἐδήλωσάς μοι |
9 ῥαντιει̃ς με ὑσσώπω̨ καὶ καθαρισθήσομαι πλυνει̃ς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι |
10 ἀκουτιει̃ς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστα̃ τεταπεινωμένα |
11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τω̃ν ἁμαρτιω̃ν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον |
12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ θεός καὶ πνευ̃μα εὐθὲς ἐγκαίνισον ἐν τοι̃ς ἐγκάτοις μου |
13 μὴ ἀπορρίψη̨ς με ἀπὸ του̃ προσώπου σου καὶ τὸ πνευ̃μα τὸ ἅγιόν σου μὴ ἀντανέλη̨ς ἀπ' ἐμου̃ |
14 ἀπόδος μοι τὴν ἀγαλλίασιν του̃ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικω̨̃ στήρισόν με |
15 διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβει̃ς ἐπὶ σὲ ἐπιστρέψουσιν |
16 ῥυ̃σαί με ἐξ αἱμάτων ὁ θεὸς ὁ θεὸς τη̃ς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλω̃σσά μου τὴν δικαιοσύνην σου |
17 κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελει̃ τὴν αἴνεσίν σου |
18 ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις |
19 θυσία τω̨̃ θεω̨̃ πνευ̃μα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει |
20 ἀγάθυνον κύριε ἐν τη̨̃ εὐδοκία̨ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ |
21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.