Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 106

αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρου̃
ἐκ τω̃ν χωρω̃ν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολω̃ν καὶ δυσμω̃ν καὶ βορρα̃ καὶ θαλάσσης
ἐπλανήθησαν ἐν τη̨̃ ἐρήμω̨ ἐν ἀνύδρω̨ ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὑ̃ρον
πεινω̃ντες καὶ διψω̃ντες ἡ ψυχὴ αὐτω̃ν ἐν αὐτοι̃ς ἐξέλιπεν
καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἐρρύσατο αὐτοὺς
καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθει̃αν του̃ πορευθη̃ναι εἰς πόλιν κατοικητηρίου
ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων
ὅτι ἐχόρτασεν ψυχὴν κενὴν καὶ ψυχὴν πεινω̃σαν ἐνέπλησεν ἀγαθω̃ν
10 καθημένους ἐν σκότει καὶ σκια̨̃ θανάτου πεπεδημένους ἐν πτωχεία̨ καὶ σιδήρω̨
11 ὅτι παρεπίκραναν τὰ λόγια του̃ θεου̃ καὶ τὴν βουλὴν του̃ ὑψίστου παρώξυναν
12 καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτω̃ν ἠσθένησαν καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν
13 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἔσωσεν αὐτοὺς
14 καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκια̃ς θανάτου καὶ τοὺς δεσμοὺς αὐτω̃ν διέρρηξεν
15 ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων
16 ὅτι συνέτριψεν πύλας χαλκα̃ς καὶ μοχλοὺς σιδηρου̃ς συνέκλασεν
17 ἀντελάβετο αὐτω̃ν ἐξ ὁδου̃ ἀνομίας αὐτω̃ν διὰ γὰρ τὰς ἀνομίας αὐτω̃ν ἐταπεινώθησαν
18 πα̃ν βρω̃μα ἐβδελύξατο ἡ ψυχὴ αὐτω̃ν καὶ ἤγγισαν ἕως τω̃ν πυλω̃ν του̃ θανάτου
19 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἔσωσεν αὐτούς
20 ἀπέστειλεν τὸν λόγον αὐτου̃ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τω̃ν διαφθορω̃ν αὐτω̃ν
21 ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων
22 καὶ θυσάτωσαν θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτου̃ ἐν ἀγαλλιάσει
23 οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιου̃ντες ἐργασίαν ἐν ὕδασι πολλοι̃ς
24 αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτου̃ ἐν τω̨̃ βυθω̨̃
25 εἰ̃πεν καὶ ἔστη πνευ̃μα καταιγίδος καὶ ὑψώθη τὰ κύματα αὐτη̃ς
26 ἀναβαίνουσιν ἕως τω̃ν οὐρανω̃ν καὶ καταβαίνουσιν ἕως τω̃ν ἀβύσσων ἡ ψυχὴ αὐτω̃ν ἐν κακοι̃ς ἐτήκετο
27 ἐταράχθησαν ἐσαλεύθησαν ὡς ὁ μεθύων καὶ πα̃σα ἡ σοφία αὐτω̃ν κατεπόθη
28 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἐξήγαγεν αὐτοὺς
29 καὶ ἐπέταξεν τη̨̃ καταιγίδι καὶ ἔστη εἰς αὔραν καὶ ἐσίγησαν τὰ κύματα αὐτη̃ς
30 καὶ εὐφράνθησαν ὅτι ἡσύχασαν καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτω̃ν
31 ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων
32 ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησία̨ λαου̃ καὶ ἐν καθέδρα̨ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν
33 ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν
34 γη̃ν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τω̃ν κατοικούντων ἐν αὐτη̨̃
35 ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γη̃ν ἄνυδρον εἰς διεξόδους ὑδάτων
36 καὶ κατώ̨κισεν ἐκει̃ πεινω̃ντας καὶ συνεστήσαντο πόλιν κατοικεσίας
37 καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελω̃νας καὶ ἐποίησαν καρπὸν γενήματος
38 καὶ εὐλόγησεν αὐτούς καὶ ἐπληθύνθησαν σφόδρα καὶ τὰ κτήνη αὐτω̃ν οὐκ ἐσμίκρυνεν
39 καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακω̃ν καὶ ὀδύνης
40 ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτω̨ καὶ οὐχ ὁδω̨̃
41 καὶ ἐβοήθησεν πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς
42 ὄψονται εὐθει̃ς καὶ εὐφρανθήσονται καὶ πα̃σα ἀνομία ἐμφράξει τὸ στόμα αὐτη̃ς
43 τίς σοφὸς καὶ φυλάξει ταυ̃τα καὶ συνήσουσιν τὰ ἐλέη του̃ κυρίου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.