Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 107

ὠ̨δὴ ψαλμου̃ τω̨̃ Δαυιδ
ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ἄ̨σομαι καὶ ψαλω̃ ἐν τη̨̃ δόξη̨ μου
ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
ἐξομολογήσομαί σοι ἐν λαοι̃ς κύριε καὶ ψαλω̃ σοι ἐν ἔθνεσιν
ὅτι μέγα ἐπάνω τω̃ν οὐρανω̃ν τὸ ἔλεός σου καὶ ἕως τω̃ν νεφελω̃ν ἡ ἀλήθειά σου
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἡ δόξα σου
ὅπως ἂν ῥυσθω̃σιν οἱ ἀγαπητοί σου σω̃σον τη̨̃ δεξια̨̃ σου καὶ ἐπάκουσόν μου
ὁ θεὸς ἐλάλησεν ἐν τω̨̃ ἁγίω̨ αὐτου̃ ὑψωθήσομαι καὶ διαμεριω̃ Σικιμα καὶ τὴν κοιλάδα τω̃ν σκηνω̃ν διαμετρήσω
ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ ἀντίλημψις τη̃ς κεφαλη̃ς μου Ιουδας βασιλεύς μου
10 Μωαβ λέβης τη̃ς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενω̃ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
11 τίς ἀπάξει με εἰς πόλιν περιοχη̃ς τίς ὁδηγήσει με ἕως τη̃ς Ιδουμαίας
12 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ὁ θεός ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν
13 δὸς ἡμι̃ν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου
14 ἐν τω̨̃ θεω̨̃ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.