1 αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
2 τίς λαλήσει τὰς δυναστείας του̃ κυρίου ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτου̃ |
3 μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιου̃ντες δικαιοσύνην ἐν παντὶ καιρω̨̃ |
4 μνήσθητι ἡμω̃ν κύριε ἐν τη̨̃ εὐδοκία̨ του̃ λαου̃ σου ἐπίσκεψαι ἡμα̃ς ἐν τω̨̃ σωτηρίω̨ σου |
5 του̃ ἰδει̃ν ἐν τη̨̃ χρηστότητι τω̃ν ἐκλεκτω̃ν σου του̃ εὐφρανθη̃ναι ἐν τη̨̃ εὐφροσύνη̨ του̃ ἔθνους σου του̃ ἐπαινει̃σθαι μετὰ τη̃ς κληρονομίας σου |
6 ἡμάρτομεν μετὰ τω̃ν πατέρων ἡμω̃ν ἠνομήσαμεν ἠδικήσαμεν |
7 οἱ πατέρες ἡμω̃ν ἐν Αἰγύπτω̨ οὐ συνη̃καν τὰ θαυμάσιά σου οὐκ ἐμνήσθησαν του̃ πλήθους του̃ ἐλέους σου καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τη̨̃ ἐρυθρα̨̃ θαλάσση̨ |
8 καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν του̃ ὀνόματος αὐτου̃ του̃ γνωρίσαι τὴν δυναστείαν αὐτου̃ |
9 καὶ ἐπετίμησεν τη̨̃ ἐρυθρα̨̃ θαλάσση̨ καὶ ἐξηράνθη καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσω̨ ὡς ἐν ἐρήμω̨ |
10 καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρου̃ |
11 καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς εἱ̃ς ἐξ αὐτω̃ν οὐχ ὑπελείφθη |
12 καὶ ἐπίστευσαν ἐν τοι̃ς λόγοις αὐτου̃ καὶ ἠ̨̃σαν τὴν αἴνεσιν αὐτου̃ |
13 ἐτάχυναν ἐπελάθοντο τω̃ν ἔργων αὐτου̃ οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτου̃ |
14 καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρω̨ |
15 καὶ ἔδωκεν αὐτοι̃ς τὸ αἴτημα αὐτω̃ν καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὰς ψυχὰς αὐτω̃ν |
16 καὶ παρώργισαν Μωυση̃ν ἐν τη̨̃ παρεμβολη̨̃ καὶ Ααρων τὸν ἅγιον κυρίου |
17 ἠνοίχθη ἡ γη̃ καὶ κατέπιεν Δαθαν καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Αβιρων |
18 καὶ ἐξεκαύθη πυ̃ρ ἐν τη̨̃ συναγωγη̨̃ αὐτω̃ν φλὸξ κατέφλεξεν ἁμαρτωλούς |
19 καὶ ἐποίησαν μόσχον ἐν Χωρηβ καὶ προσεκύνησαν τω̨̃ γλυπτω̨̃ |
20 καὶ ἠλλάξαντο τὴν δόξαν αὐτω̃ν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον |
21 ἐπελάθοντο του̃ θεου̃ του̃ σώ̨ζοντος αὐτούς του̃ ποιήσαντος μεγάλα ἐν Αἰγύπτω̨ |
22 θαυμαστὰ ἐν γη̨̃ Χαμ φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρα̃ς |
23 καὶ εἰ̃πεν του̃ ἐξολεθρευ̃σαι αὐτούς εἰ μὴ Μωυση̃ς ὁ ἐκλεκτὸς αὐτου̃ ἔστη ἐν τη̨̃ θραύσει ἐνώπιον αὐτου̃ του̃ ἀποστρέψαι τὴν ὀργὴν αὐτου̃ του̃ μὴ ἐξολεθρευ̃σαι |
24 καὶ ἐξουδένωσαν γη̃ν ἐπιθυμητήν οὐκ ἐπίστευσαν τω̨̃ λόγω̨ αὐτου̃ |
25 καὶ ἐγόγγυσαν ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν οὐκ εἰσήκουσαν τη̃ς φωνη̃ς κυρίου |
26 καὶ ἐπη̃ρεν τὴν χει̃ρα αὐτου̃ αὐτοι̃ς του̃ καταβαλει̃ν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ |
27 καὶ του̃ καταβαλει̃ν τὸ σπέρμα αὐτω̃ν ἐν τοι̃ς ἔθνεσιν καὶ διασκορπίσαι αὐτοὺς ἐν ται̃ς χώραις |
28 καὶ ἐτελέσθησαν τω̨̃ Βεελφεγωρ καὶ ἔφαγον θυσίας νεκρω̃ν |
29 καὶ παρώξυναν αὐτὸν ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν καὶ ἐπληθύνθη ἐν αὐτοι̃ς ἡ πτω̃σις |
30 καὶ ἔστη Φινεες καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραυ̃σις |
31 καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως του̃ αἰω̃νος |
32 καὶ παρώργισαν αὐτὸν ἐφ' ὕδατος ἀντιλογίας καὶ ἐκακώθη Μωυση̃ς δι' αὐτούς |
33 ὅτι παρεπίκραναν τὸ πνευ̃μα αὐτου̃ καὶ διέστειλεν ἐν τοι̃ς χείλεσιν αὐτου̃ |
34 οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη ἃ εἰ̃πεν κύριος αὐτοι̃ς |
35 καὶ ἐμίγησαν ἐν τοι̃ς ἔθνεσιν καὶ ἔμαθον τὰ ἔργα αὐτω̃ν |
36 καὶ ἐδούλευσαν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν καὶ ἐγενήθη αὐτοι̃ς εἰς σκάνδαλον |
37 καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν τοι̃ς δαιμονίοις |
38 καὶ ἐξέχεαν αἱ̃μα ἀθω̨̃ον αἱ̃μα υἱω̃ν αὐτω̃ν καὶ θυγατέρων ὡ̃ν ἔθυσαν τοι̃ς γλυπτοι̃ς Χανααν καὶ ἐφονοκτονήθη ἡ γη̃ ἐν τοι̃ς αἵμασιν |
39 καὶ ἐμιάνθη ἐν τοι̃ς ἔργοις αὐτω̃ν καὶ ἐπόρνευσαν ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν |
40 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτου̃ |
41 καὶ παρέδωκεν αὐτοὺς εἰς χει̃ρας ἐθνω̃ν καὶ ἐκυρίευσαν αὐτω̃ν οἱ μισου̃ντες αὐτούς |
42 καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτω̃ν καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χει̃ρας αὐτω̃ν |
43 πλεονάκις ἐρρύσατο αὐτούς αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τη̨̃ βουλη̨̃ αὐτω̃ν καὶ ἐταπεινώθησαν ἐν ται̃ς ἀνομίαις αὐτω̃ν |
44 καὶ εἰ̃δεν ἐν τω̨̃ θλίβεσθαι αὐτοὺς ἐν τω̨̃ αὐτὸν εἰσακου̃σαι τη̃ς δεήσεως αὐτω̃ν |
45 καὶ ἐμνήσθη τη̃ς διαθήκης αὐτου̃ καὶ μετεμελήθη κατὰ τὸ πλη̃θος του̃ ἐλέους αὐτου̃ |
46 καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τω̃ν αἰχμαλωτισάντων αὐτούς |
47 σω̃σον ἡμα̃ς κύριε ὁ θεὸς ἡμω̃ν καὶ ἐπισυνάγαγε ἡμα̃ς ἐκ τω̃ν ἐθνω̃ν του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ σου του̃ ἐγκαυχα̃σθαι ἐν τη̨̃ αἰνέσει σου |
48 εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος καὶ ἐρει̃ πα̃ς ὁ λαός γένοιτο γένοιτο |