Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 104

αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ καὶ ἐπικαλει̃σθε τὸ ὄνομα αὐτου̃ ἀπαγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὰ ἔργα αὐτου̃
ἄ̨σατε αὐτω̨̃ καὶ ψάλατε αὐτω̨̃ διηγήσασθε πάντα τὰ θαυμάσια αὐτου̃
ἐπαινει̃σθε ἐν τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ αὐτου̃ εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον
ζητήσατε τὸν κύριον καὶ κραταιώθητε ζητήσατε τὸ πρόσωπον αὐτου̃ διὰ παντός
μνήσθητε τω̃ν θαυμασίων αὐτου̃ ὡ̃ν ἐποίησεν τὰ τέρατα αὐτου̃ καὶ τὰ κρίματα του̃ στόματος αὐτου̃
σπέρμα Αβρααμ δου̃λοι αὐτου̃ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτου̃
αὐτὸς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃ τὰ κρίματα αὐτου̃
ἐμνήσθη εἰς τὸν αἰω̃να διαθήκης αὐτου̃ λόγου οὑ̃ ἐνετείλατο εἰς χιλίας γενεάς
ὃν διέθετο τω̨̃ Αβρααμ καὶ του̃ ὅρκου αὐτου̃ τω̨̃ Ισαακ
10 καὶ ἔστησεν αὐτὴν τω̨̃ Ιακωβ εἰς πρόσταγμα καὶ τω̨̃ Ισραηλ διαθήκην αἰώνιον
11 λέγων σοὶ δώσω τὴν γη̃ν Χανααν σχοίνισμα κληρονομίας ὑμω̃ν
12 ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἀριθμω̨̃ βραχει̃ς ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτη̨̃
13 καὶ διη̃λθον ἐξ ἔθνους εἰς ἔθνος ἐκ βασιλείας εἰς λαὸν ἕτερον
14 οὐκ ἀφη̃κεν ἄνθρωπον ἀδικη̃σαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτω̃ν βασιλει̃ς
15 μὴ ἅπτεσθε τω̃ν χριστω̃ν μου καὶ ἐν τοι̃ς προφήταις μου μὴ πονηρεύεσθε
16 καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γη̃ν πα̃ν στήριγμα ἄρτου συνέτριψεν
17 ἀπέστειλεν ἔμπροσθεν αὐτω̃ν ἄνθρωπον εἰς δου̃λον ἐπράθη Ιωσηφ
18 ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτου̃ σίδηρον διη̃λθεν ἡ ψυχὴ αὐτου̃
19 μέχρι του̃ ἐλθει̃ν τὸν λόγον αὐτου̃ τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν
20 ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν ἄρχων λαω̃ν καὶ ἀφη̃κεν αὐτόν
21 κατέστησεν αὐτὸν κύριον του̃ οἴκου αὐτου̃ καὶ ἄρχοντα πάσης τη̃ς κτήσεως αὐτου̃
22 του̃ παιδευ̃σαι τοὺς ἄρχοντας αὐτου̃ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτου̃ σοφίσαι
23 καὶ εἰση̃λθεν Ισραηλ εἰς Αἴγυπτον καὶ Ιακωβ παρώ̨κησεν ἐν γη̨̃ Χαμ
24 καὶ ηὔξησεν τὸν λαὸν αὐτου̃ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτου̃
25 μετέστρεψεν τὴν καρδίαν αὐτω̃ν του̃ μιση̃σαι τὸν λαὸν αὐτου̃ του̃ δολιου̃σθαι ἐν τοι̃ς δούλοις αὐτου̃
26 ἐξαπέστειλεν Μωυση̃ν τὸν δου̃λον αὐτου̃ Ααρων ὃν ἐξελέξατο αὐτόν
27 ἔθετο ἐν αὐτοι̃ς τοὺς λόγους τω̃ν σημείων αὐτου̃ καὶ τω̃ν τεράτων ἐν γη̨̃ Χαμ
28 ἐξαπέστειλεν σκότος καὶ ἐσκότασεν καὶ παρεπίκραναν τοὺς λόγους αὐτου̃
29 μετέστρεψεν τὰ ὕδατα αὐτω̃ν εἰς αἱ̃μα καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτω̃ν
30 ἐξη̃ρψεν ἡ γη̃ αὐτω̃ν βατράχους ἐν τοι̃ς ταμιείοις τω̃ν βασιλέων αὐτω̃ν
31 εἰ̃πεν καὶ ἠ̃λθεν κυνόμυια καὶ σκνι̃πες ἐν πα̃σι τοι̃ς ὁρίοις αὐτω̃ν
32 ἔθετο τὰς βροχὰς αὐτω̃ν χάλαζαν πυ̃ρ καταφλέγον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν
33 καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτω̃ν καὶ τὰς συκα̃ς αὐτω̃ν καὶ συνέτριψεν πα̃ν ξύλον ὁρίου αὐτω̃ν
34 εἰ̃πεν καὶ ἠ̃λθεν ἀκρὶς καὶ βρου̃χος οὑ̃ οὐκ ἠ̃ν ἀριθμός
35 καὶ κατέφαγεν πάντα τὸν χόρτον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν καὶ κατέφαγεν τὸν καρπὸν τη̃ς γη̃ς αὐτω̃ν
36 καὶ ἐπάταξεν πα̃ν πρωτότοκον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν ἀπαρχὴν παντὸς πόνου αὐτω̃ν
37 καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίω̨ καὶ χρυσίω̨ καὶ οὐκ ἠ̃ν ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν ἀσθενω̃ν
38 εὐφράνθη Αἴγυπτος ἐν τη̨̃ ἐξόδω̨ αὐτω̃ν ὅτι ἐπέπεσεν ὁ φόβος αὐτω̃ν ἐπ' αὐτούς
39 διεπέτασεν νεφέλην εἰς σκέπην αὐτοι̃ς καὶ πυ̃ρ του̃ φωτίσαι αὐτοι̃ς τὴν νύκτα
40 ἤ̨τησαν καὶ ἠ̃λθεν ὀρτυγομήτρα καὶ ἄρτον οὐρανου̃ ἐνέπλησεν αὐτούς
41 διέρρηξεν πέτραν καὶ ἐρρύησαν ὕδατα ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί
42 ὅτι ἐμνήσθη του̃ λόγου του̃ ἁγίου αὐτου̃ του̃ πρὸς Αβρααμ τὸν δου̃λον αὐτου̃
43 καὶ ἐξήγαγεν τὸν λαὸν αὐτου̃ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτου̃ ἐν εὐφροσύνη̨
44 καὶ ἔδωκεν αὐτοι̃ς χώρας ἐθνω̃ν καὶ πόνους λαω̃ν ἐκληρονόμησαν
45 ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτου̃ καὶ τὸν νόμον αὐτου̃ ἐκζητήσωσιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.