1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου στάθμιον δὲ δίκαιον δεκτὸν αὐτω̨̃ |
2 οὑ̃ ἐὰν εἰσέλθη̨ ὕβρις ἐκει̃ καὶ ἀτιμία στόμα δὲ ταπεινω̃ν μελετα̨̃ σοφίαν |
3 ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβω̃ν ἀπώλεια |
|
5 δικαιοσύνη ἀμώμους ὀρθοτομει̃ ὁδούς ἀσέβεια δὲ περιπίπτει ἀδικία̨ |
6 δικαιοσύνη ἀνδρω̃ν ὀρθω̃ν ῥύεται αὐτούς τη̨̃ δὲ ἀπωλεία̨ αὐτω̃ν ἁλίσκονται παράνομοι |
7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς τὸ δὲ καύχημα τω̃ν ἀσεβω̃ν ὄλλυται |
8 δίκαιος ἐκ θήρας ἐκδύνει ἀντ' αὐτου̃ δὲ παραδίδοται ὁ ἀσεβής |
9 ἐν στόματι ἀσεβω̃ν παγὶς πολίταις αἴσθησις δὲ δικαίων εὔοδος |
10 ἐν ἀγαθοι̃ς δικαίων κατώρθωσεν πόλις |
11 στόμασιν δὲ ἀσεβω̃ν κατεσκάφη |
12 μυκτηρίζει πολίτας ἐνδεὴς φρενω̃ν ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει |
13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίω̨ πιστὸς δὲ πνοη̨̃ κρύπτει πράγματα |
14 οἱ̃ς μὴ ὑπάρχει κυβέρνησις πίπτουσιν ὥσπερ φύλλα σωτηρία δὲ ὑπάρχει ἐν πολλη̨̃ βουλη̨̃ |
15 πονηρὸς κακοποιει̃ ὅταν συμμείξη̨ δικαίω̨ μισει̃ δὲ ἠ̃χον ἀσφαλείας |
16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν θρόνος δὲ ἀτιμίας γυνὴ μισου̃σα δίκαια πλούτου ὀκνηροὶ ἐνδεει̃ς γίνονται οἱ δὲ ἀνδρει̃οι ἐρείδονται πλούτω̨ |
17 τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀγαθὸν ποιει̃ ἀνὴρ ἐλεήμων ἐξολλύει δὲ αὐτου̃ σω̃μα ὁ ἀνελεήμων |
18 ἀσεβὴς ποιει̃ ἔργα ἄδικα σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας |
19 υἱὸς δίκαιος γεννα̃ται εἰς ζωήν διωγμὸς δὲ ἀσεβου̃ς εἰς θάνατον |
20 βδέλυγμα κυρίω̨ διεστραμμέναι ὁδοί προσδεκτοὶ δὲ αὐτω̨̃ πάντες ἄμωμοι ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν |
21 χειρὶ χει̃ρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν |
22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός οὕτως γυναικὶ κακόφρονι κάλλος |
23 ἐπιθυμία δικαίων πα̃σα ἀγαθή ἐλπὶς δὲ ἀσεβω̃ν ἀπολει̃ται |
24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιου̃σιν εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονου̃νται |
25 ψυχὴ εὐλογουμένη πα̃σα ἁπλη̃ ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων |
26 ὁ συνέχων σι̃τον ὑπολίποιτο αὐτὸν τοι̃ς ἔθνεσιν εὐλογία δὲ εἰς κεφαλὴν του̃ μεταδιδόντος |
27 τεκταινόμενος ἀγαθὰ ζητει̃ χάριν ἀγαθήν ἐκζητου̃ντα δὲ κακά καταλήμψεται αὐτόν |
28 ὁ πεποιθὼς ἐπὶ πλούτω̨ οὑ̃τος πεσει̃ται ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὑ̃τος ἀνατελει̃ |
29 ὁ μὴ συμπεριφερόμενος τω̨̃ ἑαυτου̃ οἴκω̨ κληρονομήσει ἄνεμον δουλεύσει δὲ ἄφρων φρονίμω̨ |
30 ἐκ καρπου̃ δικαιοσύνης φύεται δένδρον ζωη̃ς ἀφαιρου̃νται δὲ ἄωροι ψυχαὶ παρανόμων |
31 εἰ ὁ μὲν δίκαιος μόλις σώ̨ζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς που̃ φανει̃ται |