1 ὁ ἀγαπω̃ν παιδείαν ἀγαπα̨̃ αἴσθησιν ὁ δὲ μισω̃ν ἐλέγχους ἄφρων |
2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίω̨ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται |
3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τω̃ν δικαίων οὐκ ἐξαρθήσονται |
4 γυνὴ ἀνδρεία στέφανος τω̨̃ ἀνδρὶ αὐτη̃ς ὥσπερ δὲ ἐν ξύλω̨ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός |
5 λογισμοὶ δικαίων κρίματα κυβερνω̃σιν δὲ ἀσεβει̃ς δόλους |
6 λόγοι ἀσεβω̃ν δόλιοι στόμα δὲ ὀρθω̃ν ῥύσεται αὐτούς |
7 οὑ̃ ἐὰν στραφη̨̃ ἀσεβὴς ἀφανίζεται οἰ̃κοι δὲ δικαίων παραμένουσιν |
8 στόμα συνετου̃ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται |
9 κρείσσων ἀνὴρ ἐν ἀτιμία̨ δουλεύων ἑαυτω̨̃ ἢ τιμὴν ἑαυτω̨̃ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου |
10 δίκαιος οἰκτίρει ψυχὰς κτηνω̃ν αὐτου̃ τὰ δὲ σπλάγχνα τω̃ν ἀσεβω̃ν ἀνελεήμονα |
11 ὁ ἐργαζόμενος τὴν ἑαυτου̃ γη̃ν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεει̃ς φρενω̃ν |
12 ἐπιθυμίαι ἀσεβω̃ν κακαί αἱ δὲ ῥίζαι τω̃ν εὐσεβω̃ν ἐν ὀχυρώμασιν |
13 δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτω̃ν δίκαιος |
14 ἀπὸ καρπω̃ν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθω̃ν ἀνταπόδομα δὲ χειλέων αὐτου̃ δοθήσεται αὐτω̨̃ |
15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτω̃ν εἰσακούει δὲ συμβουλίας σοφός |
16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτου̃ κρύπτει δὲ τὴν ἑαυτου̃ ἀτιμίαν πανου̃ργος |
17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τω̃ν ἀδίκων δόλιος |
18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρα̨ γλω̃σσαι δὲ σοφω̃ν ἰω̃νται |
19 χείλη ἀληθινὰ κατορθοι̃ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλω̃σσαν ἔχει ἄδικον |
20 δόλος ἐν καρδία̨ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται |
21 οὐκ ἀρέσει τω̨̃ δικαίω̨ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβει̃ς πλησθήσονται κακω̃ν |
22 βδέλυγμα κυρίω̨ χείλη ψευδη̃ ὁ δὲ ποιω̃ν πίστεις δεκτὸς παρ' αὐτω̨̃ |
23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραι̃ς |
24 χεὶρ ἐκλεκτω̃ν κρατήσει εὐχερω̃ς δόλιοι δὲ ἔσονται εἰς προνομήν |
25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν |
26 ἐπιγνώμων δίκαιος ἑαυτου̃ φίλος ἔσται αἱ δὲ γνω̃μαι τω̃ν ἀσεβω̃ν ἀνεπιεικει̃ς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τω̃ν ἀσεβω̃ν πλανήσει αὐτούς |
27 οὐκ ἐπιτεύξεται δόλιος θήρας κτη̃μα δὲ τίμιον ἀνὴρ καθαρός |
28 ἐν ὁδοι̃ς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον |