Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 10

υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων λύπη τη̨̃ μητρί
οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου
οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν ζωὴν δὲ ἀσεβω̃ν ἀνατρέψει
πενία ἄνδρα ταπεινοι̃ χει̃ρες δὲ ἀνδρείων πλουτίζουσιν
διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτω̨ υἱὸς παράνομος
εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου στόμα δὲ ἀσεβω̃ν καλύψει πένθος ἄωρον
μνήμη δικαίων μετ' ἐγκωμίων ὄνομα δὲ ἀσεβου̃ς σβέννυται
σοφὸς καρδία̨ δέξεται ἐντολάς ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται
ὃς πορεύεται ἁπλω̃ς πορεύεται πεποιθώς ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτου̃ γνωσθήσεται
10 ὁ ἐννεύων ὀφθαλμοι̃ς μετὰ δόλου συνάγει ἀνδράσι λύπας ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιει̃
11 πηγὴ ζωη̃ς ἐν χειρὶ δικαίου στόμα δὲ ἀσεβου̃ς καλύψει ἀπώλεια
12 μι̃σος ἐγείρει νει̃κος πάντας δὲ τοὺς μὴ φιλονεικου̃ντας καλύπτει φιλία
13 ὃς ἐκ χειλέων προφέρει σοφίαν ῥάβδω̨ τύπτει ἄνδρα ἀκάρδιον
14 σοφοὶ κρύψουσιν αἴσθησιν στόμα δὲ προπετου̃ς ἐγγίζει συντριβη̨̃
15 κτη̃σις πλουσίων πόλις ὀχυρά συντριβὴ δὲ ἀσεβω̃ν πενία
16 ἔργα δικαίων ζωὴν ποιει̃ καρποὶ δὲ ἀσεβω̃ν ἁμαρτίας
17 ὁδοὺς δικαίας ζωη̃ς φυλάσσει παιδεία παιδεία δὲ ἀνεξέλεγκτος πλανα̃ται
18 καλύπτουσιν ἔχθραν χείλη δίκαια οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν
19 ἐκ πολυλογίας οὐκ ἐκφεύξη̨ ἁμαρτίαν φειδόμενος δὲ χειλέων νοήμων ἔση̨
20 ἄργυρος πεπυρωμένος γλω̃σσα δικαίου καρδία δὲ ἀσεβου̃ς ἐκλείψει
21 χείλη δικαίων ἐπίσταται ὑψηλά οἱ δὲ ἄφρονες ἐν ἐνδεία̨ τελευτω̃σιν
22 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου αὕτη πλουτίζει καὶ οὐ μὴ προστεθη̨̃ αὐτη̨̃ λύπη ἐν καρδία̨
23 ἐν γέλωτι ἄφρων πράσσει κακά ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν
24 ἐν ἀπωλεία̨ ἀσεβὴς περιφέρεται ἐπιθυμία δὲ δικαίου δεκτή
25 παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής δίκαιος δὲ ἐκκλίνας σώ̨ζεται εἰς τὸν αἰω̃να
26 ὥσπερ ὄμφαξ ὀδου̃σι βλαβερὸν καὶ καπνὸς ὄμμασιν οὕτως παρανομία τοι̃ς χρωμένοις αὐτήν
27 φόβος κυρίου προστίθησιν ἡμέρας ἔτη δὲ ἀσεβω̃ν ὀλιγωθήσεται
28 ἐγχρονίζει δικαίοις εὐφροσύνη ἐλπὶς δὲ ἀσεβω̃ν ὄλλυται
29 ὀχύρωμα ὁσίου φόβος κυρίου συντριβὴ δὲ τοι̃ς ἐργαζομένοις κακά
30 δίκαιος τὸν αἰω̃να οὐκ ἐνδώσει ἀσεβει̃ς δὲ οὐκ οἰκήσουσιν γη̃ν
31 στόμα δικαίου ἀποστάζει σοφίαν γλω̃σσα δὲ ἀδίκου ἐξολει̃ται
32 χείλη ἀνδρω̃ν δικαίων ἀποστάζει χάριτας στόμα δὲ ἀσεβω̃ν ἀποστρέφεται
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.