Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 18

ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ προση̃λθον οἱ μαθηταὶ τω̨̃ ’Ιησου̃ λέγοντες τίς ἄρα μείζων ἐστὶν ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν
καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν
καὶ εἰ̃πεν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ στραφη̃τε καὶ γένησθε ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν
ὅστις οὐ̃ν ταπεινώσει ἑαυτòν ὡς τò παιδίον του̃το οὑ̃τός ἐστιν ὁ μείζων ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν
καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιου̃το ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται
ὃς δ' ἂν σκανδαλίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων τω̃ν πιστευόντων εἰς ἐμέ συμφέρει αὐτω̨̃ ἵνα κρεμασθη̨̃ μύλος ὀνικòς περὶ τòν τράχηλον αὐτου̃ καὶ καταποντισθη̨̃ ἐν τω̨̃ πελάγει τη̃ς θαλάσσης
οὐαὶ τω̨̃ κόσμω̨ ἀπò τω̃ν σκανδάλων ἀνάγκη γὰρ ἐλθει̃ν τὰ σκάνδαλα πλὴν οὐαὶ τω̨̃ ἀνθρώπω̨ δι' οὑ̃ τò σκάνδαλον ἔρχεται
εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε ἔκκοψον αὐτòν καὶ βάλε ἀπò σου̃ καλόν σοί ἐστιν εἰσελθει̃ν εἰς τὴν ζωὴν κυλλòν ἢ χωλόν ἢ δύο χει̃ρας ἢ δύο πόδας ἔχοντα βληθη̃ναι εἰς τò πυ̃ρ τò αἰώνιον
καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε ἔξελε αὐτòν καὶ βάλε ἀπò σου̃ καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθει̃ν ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν του̃ πυρός
10 ὁρα̃τε μὴ καταφρονήσητε ἑνòς τω̃ν μικρω̃ν τούτων λέγω γὰρ ὑμι̃ν ὅτι οἱ ἄγγελοι αὐτω̃ν ἐν οὐρανοι̃ς διὰ παντòς βλέπουσι τò πρόσωπον του̃ πατρός μου του̃ ἐν οὐρανοι̃ς
11 ἠ̃λθε γὰρ ὁ υἱòς του̃ ἀνθρώπου σω̃σαι τò ἀπολωλός)
12 τί ὑμι̃ν δοκει̃ ἐὰν γένηταί τινι ἀνθρώπω̨ ἑκατòν πρόβατα καὶ πλανηθη̨̃ ἓν ἐξ αὐτω̃ν οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη καὶ πορευθεὶς ζητει̃ τò πλανώμενον
13 καὶ ἐὰν γένηται εὑρει̃ν αὐτό ἀμὴν λέγω ὑμι̃ν ὅτι χαίρει ἐπ' αὐτω̨̃ μα̃λλον ἢ ἐπὶ τοι̃ς ἐνενήκοντα ἐννέα τοι̃ς μὴ πεπλανημένοις
14 οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν του̃ πατρòς ὑμω̃ν του̃ ἐν οὐρανοι̃ς ἵνα ἀπόληται ἓν τω̃ν μικρω̃ν τούτων
15 ἐὰν δὲ ἁμαρτήση̨ εἰς σὲ ὁ ἀδελφός σου ὕπαγε ἔλεγξον αὐτòν μεταξὺ σου̃ καὶ αὐτου̃ μόνου ἐάν σου ἀκούση̨ ἐκέρδησας τòν ἀδελφόν σου
16 ἐὰν δὲ μὴ ἀκούση̨ παράλαβε μετὰ σου̃ ἔτι ἕνα ἢ δύο ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριω̃ν σταθη̨̃ πα̃ν ῥη̃μα
17 ἐὰν δὲ παρακούση̨ αὐτω̃ν εἰπὲ τη̨̃ ἐκκλησία̨ ἐὰν δὲ καὶ τη̃ς ἐκκλησίας παρακούση̨ ἔστω σοι ὥσπερ ὁ ἐθνικòς καὶ ὁ τελώνης
18 ἀμὴν λέγω ὑμι̃ν ὅσα ἐὰν δήσητε ἐπὶ τη̃ς γη̃ς ἔσται δεδεμένα ἐν οὐρανω̨̃ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τη̃ς γη̃ς ἔσται λελυμένα ἐν οὐρανω̨̃
19 πάλιν ἀμὴν λέγω ὑμι̃ν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμω̃ν ἐπὶ τη̃ς γη̃ς περὶ παντòς πράγματος οὑ̃ ἐὰν αἰτήσωνται γενήσεται αὐτοι̃ς παρὰ του̃ πατρός μου του̃ ἐν οὐρανοι̃ς
20 οὑ̃ γάρ εἰσιν δύο ἢ τρει̃ς συνηγμένοι εἰς τò ἐμòν ὄνομα ἐκει̃ εἰμι ἐν μέσω̨ αὐτω̃ν
21 τότε προσελθὼν ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ κύριε ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτω̨̃ ἕως ἑπτάκις
22 λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά
23 διὰ του̃το ὡμοιώθη ἡ βασιλεία τω̃ν οὐρανω̃ν ἀνθρώπω̨ βασιλει̃ ὃς ἠθέλησεν συνα̃ραι λόγον μετὰ τω̃ν δούλων αὐτου̃
24 ἀρξαμένου δὲ αὐτου̃ συναίρειν προσηνέχθη αὐτω̨̃ εἱ̃ς ὀφειλέτης μυρίων ταλάντων
25 μὴ ἔχοντος δὲ αὐτου̃ ἀποδου̃ναι ἐκέλευσεν αὐτòν ὁ κύριος πραθη̃ναι καὶ τὴν γυναι̃κα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθη̃ναι
26 πεσὼν οὐ̃ν ὁ δου̃λος προσεκύνει αὐτω̨̃ λέγων μακροθύμησον ἐπ' ἐμοί καὶ πάντα ἀποδώσω σοι
27 σπλαγχνισθεὶς δὲ ὁ κύριος του̃ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν καὶ τò δάνειον ἀφη̃κεν αὐτω̨̃
28 ἐξελθὼν δὲ ὁ δου̃λος ἐκει̃νος εὑ̃ρεν ἕνα τω̃ν συνδούλων αὐτου̃ ὃς ὤφειλεν αὐτω̨̃ ἑκατòν δηνάρια καὶ κρατήσας αὐτòν ἔπνιγεν λέγων ἀπόδος εἴ τι ὀφείλεις
29 πεσὼν οὐ̃ν ὁ σύνδουλος αὐτου̃ παρεκάλει αὐτòν λέγων μακροθύμησον ἐπ' ἐμοί καὶ ἀποδώσω σοι
30 ὁ δὲ οὐκ ἤθελεν ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτòν εἰς φυλακὴν ἕως ἀποδω̨̃ τò ὀφειλόμενον
31 ἰδόντες οὐ̃ν οἱ σύνδουλοι αὐτου̃ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόντες διεσάφησαν τω̨̃ κυρίω̨ ἑαυτω̃ν πάντα τὰ γενόμενα
32 τότε προσκαλεσάμενος αὐτòν ὁ κύριος αὐτου̃ λέγει αὐτω̨̃ δου̃λε πονηρέ πα̃σαν τὴν ὀφειλὴν ἐκείνην ἀφη̃κά σοι ἐπεὶ παρεκάλεσάς με
33 οὐκ ἔδει καὶ σὲ ἐλεη̃σαι τòν σύνδουλόν σου ὡς κἀγὼ σὲ ἠλέησα
34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτου̃ παρέδωκεν αὐτòν τοι̃ς βασανισται̃ς ἕως οὑ̃ ἀποδω̨̃ πα̃ν τò ὀφειλόμενον
35 οὕτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμι̃ν ἐὰν μὴ ἀφη̃τε ἕκαστος τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ἀπò τω̃ν καρδιω̃ν ὑμω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.