Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 19

καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς τοὺς λόγους τούτους μετη̃ρεν ἀπò τη̃ς Γαλιλαίας καὶ ἠ̃λθεν εἰς τὰ ὅρια τη̃ς ’Ιουδαίας πέραν του̃ ’Ιορδάνου
καὶ ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκει̃
καὶ προση̃λθον αὐτω̨̃ Φαρισαι̃οι πειράζοντες αὐτòν καὶ λέγοντες εἰ ἔξεστιν ἀνθρώπω̨ ἀπολυ̃σαι τὴν γυναι̃κα αὐτου̃ κατὰ πα̃σαν αἰτίαν
ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ' ἀρχη̃ς ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς
καὶ εἰ̃πεν ἕνεκα τούτου καταλείψει ἄνθρωπος τòν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τη̨̃ γυναικὶ αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω
λέγουσιν αὐτω̨̃ τί οὐ̃ν Μωϋση̃ς ἐνετείλατο δου̃ναι βιβλίον ἀποστασίου καὶ ἀπολυ̃σαι αὐτήν
λέγει αὐτοι̃ς ὅτι Μωϋση̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἐπέτρεψεν ὑμι̃ν ἀπολυ̃σαι τὰς γυναι̃κας ὑμω̃ν ἀπ' ἀρχη̃ς δὲ οὐ γέγονεν οὕτως
λέγω δὲ ὑμι̃ν ὅτι ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ μὴ ἐπὶ πορνεία̨ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται
10 λέγουσιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ εἰ οὕτως ἐστὶν ἡ αἰτία του̃ ἀνθρώπου μετὰ τη̃ς γυναικός οὐ συμφέρει γαμη̃σαι
11 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς οὐ πάντες χωρου̃σιν τòν λόγον του̃τον ἀλλ' οἱ̃ς δέδοται
12 εἰσὶν γὰρ εὐνου̃χοι οἵτινες ἐκ κοιλίας μητρòς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνου̃χοι οἵτινες εὐνουχίσθησαν ὑπò τω̃ν ἀνθρώπων καὶ εἰσὶν εὐνου̃χοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τω̃ν οὐρανω̃ν ὁ δυνάμενος χωρει̃ν χωρείτω
13 τότε προσηνέχθησαν αὐτω̨̃ παιδία ἵνα τὰς χει̃ρας ἐπιθη̨̃ αὐτοι̃ς καὶ προσεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοι̃ς
14 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθει̃ν πρός με τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τω̃ν οὐρανω̃ν
15 καὶ ἐπιθεὶς τὰς χει̃ρας αὐτοι̃ς ἐπορεύθη ἐκει̃θεν
16 καὶ ἰδοὺ εἱ̃ς προσελθὼν αὐτω̨̃ εἰ̃πεν διδάσκαλε τί ἀγαθòν ποιήσω ἵνα σχω̃ ζωὴν αἰώνιον
17 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ τί με ἐρωτα̨̃ς περὶ του̃ ἀγαθου̃ εἱ̃ς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθει̃ν τήρησον τὰς ἐντολάς
18 λέγει αὐτω̨̃ ποίας ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν τò οὐ φονεύσεις οὐ μοιχεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις
19 τίμα τòν πατέρα καὶ τὴν μητέρα καί ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν
20 λέγει αὐτω̨̃ ὁ νεανίσκος πάντα ταυ̃τα ἐφύλαξα τί ἔτι ὑστερω̃
21 ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ θέλεις τέλειος εἰ̃ναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δòς τοι̃ς πτωχοι̃ς καὶ ἕξεις θησαυρòν ἐν οὐρανοι̃ς καὶ δευ̃ρο ἀκολούθει μοι
22 ἀκούσας δὲ ὁ νεανίσκος τòν λόγον ἀπη̃λθεν λυπούμενος ἠ̃ν γὰρ ἔχων κτήματα πολλά
23 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ ἀμὴν λέγω ὑμι̃ν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν
24 πάλιν δὲ λέγω ὑμι̃ν εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθει̃ν ἢ πλούσιον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες τίς ἄρα δύναται σωθη̃ναι
26 ἐμβλέψας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς παρὰ ἀνθρώποις του̃το ἀδύνατόν ἐστιν παρὰ δὲ θεω̨̃ πάντα δυνατά
27 τότε ἀποκριθεὶς ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἡμει̃ς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμι̃ν
28 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι ὑμει̃ς οἱ ἀκολουθήσαντές μοι ἐν τη̨̃ παλιγγενεσία̨ ὅταν καθίση̨ ὁ υἱòς του̃ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτου̃ καθήσεσθε καὶ ὑμει̃ς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς του̃ ’Ισραήλ
29 καὶ πα̃ς ὅστις ἀφη̃κεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν του̃ ὀνόματός μου ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει
30 πολλοὶ δὲ ἔσονται πρω̃τοι ἔσχατοι καὶ ἔσχατοι πρω̃τοι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.