Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΑΛΑΧΙΑΣ, κεφαλίς 2

1 καὶ νυ̃ν ἡ ἐντολὴ αὕτη πρὸς ὑμα̃ς οἱ ἱερει̃ς
2 ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θη̃σθε εἰς τὴν καρδίαν ὑμω̃ν του̃ δου̃ναι δόξαν τω̨̃ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελω̃ ἐφ' ὑμα̃ς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμω̃ν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμω̃ν καὶ οὐκ ἔσται ἐν ὑμι̃ν ὅτι ὑμει̃ς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμω̃ν
3 ἰδοὺ ἐγὼ ἀφορίζω ὑμι̃ν τὸν ὠ̃μον καὶ σκορπιω̃ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμω̃ν ἤνυστρον ἑορτω̃ν ὑμω̃ν καὶ λήμψομαι ὑμα̃ς εἰς τὸ αὐτό
4 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμα̃ς τὴν ἐντολὴν ταύτην του̃ εἰ̃ναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας λέγει κύριος παντοκράτωρ
5 ἡ διαθήκη μου ἠ̃ν μετ' αὐτου̃ τη̃ς ζωη̃ς καὶ τη̃ς εἰρήνης καὶ ἔδωκα αὐτω̨̃ ἐν φόβω̨ φοβει̃σθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν
6 νόμος ἀληθείας ἠ̃ν ἐν τω̨̃ στόματι αὐτου̃ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτου̃ ἐν εἰρήνη̨ κατευθύνων ἐπορεύθη μετ' ἐμου̃ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας
7 ὅτι χείλη ἱερέως φυλάξεται γνω̃σιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτου̃ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν
8 ὑμει̃ς δὲ ἐξεκλίνατε ἐκ τη̃ς ὁδου̃ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμω̨ διεφθείρατε τὴν διαθήκην του̃ Λευι λέγει κύριος παντοκράτωρ
9 κἀγὼ δέδωκα ὑμα̃ς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ' ὡ̃ν ὑμει̃ς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμω̨
10 οὐχὶ θεὸς εἱ̃ς ἔκτισεν ὑμα̃ς οὐχὶ πατὴρ εἱ̃ς πάντων ὑμω̃ν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ του̃ βεβηλω̃σαι τὴν διαθήκην τω̃ν πατέρων ὑμω̃ν
11 ἐγκατελείφθη Ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τω̨̃ Ισραηλ καὶ ἐν Ιερουσαλημ διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου ἐν οἱ̃ς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους
12 ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιου̃ντα ταυ̃τα ἕως καὶ ταπεινωθη̨̃ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τω̨̃ κυρίω̨ παντοκράτορι
13 καὶ ταυ̃τα ἃ ἐμίσουν ἐποιει̃τε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμω̨̃ καὶ στεναγμω̨̃ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβει̃ν δεκτὸν ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν
14 καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου
15 καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτου̃ καὶ εἴπατε τί ἄλλο ἀλλ' ἢ σπέρμα ζητει̃ ὁ θεός καὶ φυλάξασθε ἐν τω̨̃ πνεύματι ὑμω̃ν καὶ γυναι̃κα νεότητός σου μὴ ἐγκαταλίπη̨ς
16 ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλη̨ς λέγει κύριος ὁ θεὸς του̃ Ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τω̨̃ πνεύματι ὑμω̃ν καὶ οὐ μὴ ἐγκαταλίπητε
17 οἱ παροξύνοντες τὸν θεὸν ἐν τοι̃ς λόγοις ὑμω̃ν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τω̨̃ λέγειν ὑμα̃ς πα̃ς ποιω̃ν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοι̃ς αὐτὸς εὐδόκησεν καί που̃ ἐστιν ὁ θεὸς τη̃ς δικαιοσύνης
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.