Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΑΛΑΧΙΑΣ, κεφαλίς 3

ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτου̃ κύριος ὃν ὑμει̃ς ζητει̃τε καὶ ὁ ἄγγελος τη̃ς διαθήκης ὃν ὑμει̃ς θέλετε ἰδοὺ ἔρχεται λέγει κύριος παντοκράτωρ
καὶ τίς ὑπομενει̃ ἡμέραν εἰσόδου αὐτου̃ ἢ τίς ὑποστήσεται ἐν τη̨̃ ὀπτασία̨ αὐτου̃ διότι αὐτὸς εἰσπορεύεται ὡς πυ̃ρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων
καὶ καθιει̃ται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον καὶ καθαρίσει τοὺς υἱοὺς Λευι καὶ χεει̃ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον καὶ ἔσονται τω̨̃ κυρίω̨ προσάγοντες θυσίαν ἐν δικαιοσύνη̨
καὶ ἀρέσει τω̨̃ κυρίω̨ θυσία Ιουδα καὶ Ιερουσαλημ καθὼς αἱ ἡμέραι του̃ αἰω̃νος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν
καὶ προσάξω πρὸς ὑμα̃ς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τω̨̃ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστερου̃ντας μισθὸν μισθωτου̃ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με λέγει κύριος παντοκράτωρ
διότι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν καὶ οὐκ ἠλλοίωμαι καὶ ὑμει̃ς υἱοὶ Ιακωβ οὐκ ἀπέχεσθε
ἀπὸ τω̃ν ἀδικιω̃ν τω̃ν πατέρων ὑμω̃ν ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμα̃ς λέγει κύριος παντοκράτωρ καὶ εἴπατε ἐν τίνι ἐπιστρέψωμεν
εἰ πτερνιει̃ ἄνθρωπος θεόν διότι ὑμει̃ς πτερνίζετέ με καὶ ἐρει̃τε ἐν τίνι ἐπτερνίκαμέν σε ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ' ὑμω̃ν εἰσιν
καὶ ἀποβλέποντες ὑμει̃ς ἀποβλέπετε καὶ ἐμὲ ὑμει̃ς πτερνίζετε τὸ ἔθνος συνετελέσθη
10 καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς καὶ ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἔσται ἡ διαρπαγὴ αὐτου̃ ἐπισκέψασθε δὴ ἐν τούτω̨ λέγει κύριος παντοκράτωρ ἐὰν μὴ ἀνοίξω ὑμι̃ν τοὺς καταρράκτας του̃ οὐρανου̃ καὶ ἐκχεω̃ ὑμι̃ν τὴν εὐλογίαν μου ἕως του̃ ἱκανωθη̃ναι
11 καὶ διαστελω̃ ὑμι̃ν εἰς βρω̃σιν καὶ οὐ μὴ διαφθείρω ὑμω̃ν τὸν καρπὸν τη̃ς γη̃ς καὶ οὐ μὴ ἀσθενήση̨ ὑμω̃ν ἡ ἄμπελος ἡ ἐν τω̨̃ ἀγρω̨̃ λέγει κύριος παντοκράτωρ
12 καὶ μακαριου̃σιν ὑμα̃ς πάντα τὰ ἔθνη διότι ἔσεσθε ὑμει̃ς γη̃ θελητή λέγει κύριος παντοκράτωρ
13 ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμω̃ν λέγει κύριος καὶ εἴπατε ἐν τίνι κατελαλήσαμεν κατὰ σου̃
14 εἴπατε μάταιος ὁ δουλεύων θεω̨̃ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτου̃ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος
15 καὶ νυ̃ν ἡμει̃ς μακαρίζομεν ἀλλοτρίους καὶ ἀνοικοδομου̃νται πάντες ποιου̃ντες ἄνομα καὶ ἀντέστησαν θεω̨̃ καὶ ἐσώθησαν
16 ταυ̃τα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτου̃ τοι̃ς φοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτου̃
17 καὶ ἔσονταί μοι λέγει κύριος παντοκράτωρ εἰς ἡμέραν ἣν ἐγὼ ποιω̃ εἰς περιποίησιν καὶ αἱρετιω̃ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτου̃ τὸν δουλεύοντα αὐτω̨̃
18 καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον του̃ δουλεύοντος θεω̨̃ καὶ του̃ μὴ δουλεύοντος
19 διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς καὶ ἔσονται πάντες οἱ ἀλλογενει̃ς καὶ πάντες οἱ ποιου̃ντες ἄνομα καλάμη καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη λέγει κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθη̨̃ ἐξ αὐτω̃ν ῥίζα οὐδὲ κλη̃μα
20 καὶ ἀνατελει̃ ὑμι̃ν τοι̃ς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ται̃ς πτέρυξιν αὐτου̃ καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμω̃ν ἀνειμένα
21 καὶ καταπατήσετε ἀνόμους διότι ἔσονται σποδὸς ὑποκάτω τω̃ν ποδω̃ν ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐγὼ ποιω̃ λέγει κύριος παντοκράτωρ
22 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμι̃ν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃
23 ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτου̃ μὴ ἔλθω καὶ πατάξω τὴν γη̃ν ἄρδην
24 μνήσθητε νόμου Μωυση̃ του̃ δούλου μου καθότι ἐνετειλάμην αὐτω̨̃ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα καὶ δικαιώματα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.