Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 21

1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων εἰπὸν τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Ααρων καὶ ἐρει̃ς πρὸς αὐτούς ἐν ται̃ς ψυχαι̃ς οὐ μιανθήσονται ἐν τω̨̃ ἔθνει αὐτω̃ν
2 ἀλλ' ἢ ἐν τω̨̃ οἰκείω̨ τω̨̃ ἔγγιστα αὐτω̃ν ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοι̃ς καὶ θυγατράσιν ἐπ' ἀδελφω̨̃
3 καὶ ἐπ' ἀδελφη̨̃ παρθένω̨ τη̨̃ ἐγγιζούση̨ αὐτω̨̃ τη̨̃ μὴ ἐκδεδομένη̨ ἀνδρί ἐπὶ τούτοις μιανθήσεται
4 οὐ μιανθήσεται ἐξάπινα ἐν τω̨̃ λαω̨̃ αὐτου̃ εἰς βεβήλωσιν αὐτου̃
5 καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρω̨̃ καὶ τὴν ὄψιν του̃ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτω̃ν οὐ κατατεμου̃σιν ἐντομίδας
6 ἅγιοι ἔσονται τω̨̃ θεω̨̃ αὐτω̃ν καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα του̃ θεου̃ αὐτω̃ν τὰς γὰρ θυσίας κυρίου δω̃ρα του̃ θεου̃ αὐτω̃ν αὐτοὶ προσφέρουσιν καὶ ἔσονται ἅγιοι
7 γυναι̃κα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται καὶ γυναι̃κα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτη̃ς ἅγιός ἐστιν τω̨̃ κυρίω̨ θεω̨̃ αὐτου̃
8 καὶ ἁγιάσει αὐτόν τὰ δω̃ρα κυρίου του̃ θεου̃ ὑμω̃ν οὑ̃τος προσφέρει ἅγιος ἔσται ὅτι ἅγιος ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
9 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθη̨̃ του̃ ἐκπορνευ̃σαι τὸ ὄνομα του̃ πατρὸς αὐτη̃ς αὐτὴ βεβηλοι̃ ἐπὶ πυρὸς κατακαυθήσεται
10 καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ του̃ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν του̃ ἐλαίου του̃ χριστου̃ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει
11 καὶ ἐπὶ πάση̨ ψυχη̨̃ τετελευτηκυία̨ οὐκ εἰσελεύσεται ἐπὶ πατρὶ αὐτου̃ οὐδὲ ἐπὶ μητρὶ αὐτου̃ οὐ μιανθήσεται
12 καὶ ἐκ τω̃ν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον του̃ θεου̃ αὐτου̃ ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν του̃ θεου̃ ἐπ' αὐτω̨̃ ἐγὼ κύριος
13 οὑ̃τος γυναι̃κα παρθένον ἐκ του̃ γένους αὐτου̃ λήμψεται
14 χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην ταύτας οὐ λήμψεται ἀλλ' ἢ παρθένον ἐκ του̃ γένους αὐτου̃ λήμψεται γυναι̃κα
15 καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτου̃ ἐν τω̨̃ λαω̨̃ αὐτου̃ ἐγὼ κύριος ὁ ἁγιάζων αὐτόν
16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
17 εἰπὸν Ααρων ἄνθρωπος ἐκ του̃ γένους σου εἰς τὰς γενεὰς ὑμω̃ν τίνι ἐὰν ἠ̨̃ ἐν αὐτω̨̃ μω̃μος οὐ προσελεύσεται προσφέρειν τὰ δω̃ρα του̃ θεου̃ αὐτου̃
18 πα̃ς ἄνθρωπος ὡ̨̃ ἂν ἠ̨̃ ἐν αὐτω̨̃ μω̃μος οὐ προσελεύσεται ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος
19 ἢ ἄνθρωπος ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός
20 ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος ὡ̨̃ ἂν ἠ̨̃ ἐν αὐτω̨̃ ψώρα ἀγρία ἢ λιχήν ἢ μόνορχις
21 πα̃ς ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ μω̃μος ἐκ του̃ σπέρματος Ααρων του̃ ἱερέως οὐκ ἐγγιει̃ του̃ προσενεγκει̃ν τὰς θυσίας τω̨̃ θεω̨̃ σου ὅτι μω̃μος ἐν αὐτω̨̃ τὰ δω̃ρα του̃ θεου̃ οὐ προσελεύσεται προσενεγκει̃ν
22 τὰ δω̃ρα του̃ θεου̃ τὰ ἅγια τω̃ν ἁγίων καὶ ἀπὸ τω̃ν ἁγίων φάγεται
23 πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιει̃ ὅτι μω̃μον ἔχει καὶ οὐ βεβηλώσει τὸ ἅγιον του̃ θεου̃ αὐτου̃ ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς
24 καὶ ἐλάλησεν Μωυση̃ς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.