1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 εἰπὸν Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ προσεχέτωσαν ἀπὸ τω̃ν ἁγίων τω̃ν υἱω̃ν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου ὅσα αὐτοὶ ἁγιάζουσίν μοι ἐγὼ κύριος |
3 εἰπὸν αὐτοι̃ς εἰς τὰς γενεὰς ὑμω̃ν πα̃ς ἄνθρωπος ὃς ἂν προσέλθη̨ ἀπὸ παντὸς του̃ σπέρματος ὑμω̃ν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τω̨̃ κυρίω̨ καὶ ἡ ἀκαθαρσία αὐτου̃ ἐπ' αὐτω̨̃ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ' ἐμου̃ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν |
4 καὶ ἄνθρωπος ἐκ του̃ σπέρματος Ααρων του̃ ἱερέως καὶ οὑ̃τος λεπρα̨̃ ἢ γονορρυής τω̃ν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθη̨̃ καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχη̃ς ἢ ἄνθρωπος ὡ̨̃ ἂν ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος |
5 ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετου̃ ἀκαθάρτου ὃ μιανει̃ αὐτόν ἢ ἐπ' ἀνθρώπω̨ ἐν ὡ̨̃ μιανει̃ αὐτὸν κατὰ πα̃σαν ἀκαθαρσίαν αὐτου̃ |
6 ψυχή ἥτις ἂν ἅψηται αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας οὐκ ἔδεται ἀπὸ τω̃ν ἁγίων ἐὰν μὴ λούσηται τὸ σω̃μα αὐτου̃ ὕδατι |
7 καὶ δύη̨ ὁ ἥλιος καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τω̃ν ἁγίων ὅτι ἄρτος ἐστὶν αὐτου̃ |
8 θνησιμαι̃ον καὶ θηριάλωτον οὐ φάγεται μιανθη̃ναι αὐτὸν ἐν αὐτοι̃ς ἐγὼ κύριος |
9 καὶ φυλάξονται τὰ φυλάγματά μου ἵνα μὴ λάβωσιν δι' αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι' αὐτά ἐὰν βεβηλώσωσιν αὐτά ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς |
10 καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἅγια πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια |
11 ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου οὑ̃τος φάγεται ἐκ τω̃ν ἄρτων αὐτου̃ καὶ οἱ οἰκογενει̃ς αὐτου̃ καὶ οὑ̃τοι φάγονται τω̃ν ἄρτων αὐτου̃ |
12 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενει̃ αὐτὴ τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων οὐ φάγεται |
13 καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη σπέρμα δὲ μὴ ἠ̃ν αὐτη̨̃ ἐπαναστρέψει ἐπὶ τὸν οἰ̃κον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτη̃ς ἀπὸ τω̃ν ἄρτων του̃ πατρὸς αὐτη̃ς φάγεται καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἀπ' αὐτω̃ν |
14 καὶ ἄνθρωπος ὃς ἂν φάγη̨ ἅγια κατὰ ἄγνοιαν καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτου̃ ἐπ' αὐτὸ καὶ δώσει τω̨̃ ἱερει̃ τὸ ἅγιον |
15 καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τω̃ν υἱω̃ν Ισραηλ ἃ αὐτοὶ ἀφαιρου̃σιν τω̨̃ κυρίω̨ |
16 καὶ ἐπάξουσιν ἐφ' ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τω̨̃ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτω̃ν ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς |
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
18 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ πάση̨ συναγωγη̨̃ Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν υἱω̃ν τω̃ν προσηλύτων τω̃ν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ ὃς ἂν προσενέγκη̨ τὰ δω̃ρα αὐτου̃ κατὰ πα̃σαν ὁμολογίαν αὐτω̃ν ἢ κατὰ πα̃σαν αἵρεσιν αὐτω̃ν ὅσα ἂν προσενέγκωσιν τω̨̃ θεω̨̃ εἰς ὁλοκαύτωμα |
19 δεκτὰ ὑμι̃ν ἄμωμα ἄρσενα ἐκ τω̃ν βουκολίων καὶ ἐκ τω̃ν προβάτων καὶ ἐκ τω̃ν αἰγω̃ν |
20 πάντα ὅσα ἂν ἔχη̨ μω̃μον ἐν αὐτω̨̃ οὐ προσάξουσιν κυρίω̨ διότι οὐ δεκτὸν ἔσται ὑμι̃ν |
21 καὶ ἄνθρωπος ὃς ἂν προσενέγκη̨ θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν ἐκ τω̃ν βουκολίων ἢ ἐκ τω̃ν προβάτων ἄμωμον ἔσται εἰς δεκτόν πα̃ς μω̃μος οὐκ ἔσται ἐν αὐτω̨̃ |
22 τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιω̃ντα ἢ ψωραγριω̃ντα ἢ λιχη̃νας ἔχοντα οὐ προσάξουσιν ταυ̃τα τω̨̃ κυρίω̨ καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ' αὐτω̃ν ἐπὶ τὸ θυσιαστήριον τω̨̃ κυρίω̨ |
23 καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτω̨̃ εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται |
24 θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τω̨̃ κυρίω̨ καὶ ἐπὶ τη̃ς γη̃ς ὑμω̃ν οὐ ποιήσετε |
25 καὶ ἐκ χειρὸς ἀλλογενου̃ς οὐ προσοίσετε τὰ δω̃ρα του̃ θεου̃ ὑμω̃ν ἀπὸ πάντων τούτων ὅτι φθάρματά ἐστιν ἐν αὐτοι̃ς μω̃μος ἐν αὐτοι̃ς οὐ δεχθήσεται ταυ̃τα ὑμι̃ν |
26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
27 μόσχον ἢ πρόβατον ἢ αἰ̃γα ὡς ἂν τεχθη̨̃ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ καὶ ἐπέκεινα δεχθήσεται εἰς δω̃ρα κάρπωμα κυρίω̨ |
28 καὶ μόσχον ἢ πρόβατον αὐτὴν καὶ τὰ παιδία αὐτη̃ς οὐ σφάξεις ἐν ἡμέρα̨ μια̨̃ |
29 ἐὰν δὲ θύση̨ς θυσίαν εὐχὴν χαρμοσύνης κυρίω̨ εἰς δεκτὸν ὑμι̃ν θύσετε αὐτό |
30 αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἐκείνη̨ βρωθήσεται οὐκ ἀπολείψετε ἀπὸ τω̃ν κρεω̃ν εἰς τὸ πρωί ἐγώ εἰμι κύριος |
31 καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς |
32 καὶ οὐ βεβηλώσετε τὸ ὄνομα του̃ ἁγίου καὶ ἁγιασθήσομαι ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς |
33 ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὥστε εἰ̃ναι ὑμω̃ν θεός ἐγὼ κύριος |