1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν |
3 κατὰ τὰ ἐπιτηδεύματα γη̃ς Αἰγύπτου ἐν ἡ̨̃ κατω̨κήσατε ἐπ' αὐτη̨̃ οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γη̃ς Χανααν εἰς ἣν ἐγὼ εἰσάγω ὑμα̃ς ἐκει̃ οὐ ποιήσετε καὶ τοι̃ς νομίμοις αὐτω̃ν οὐ πορεύσεσθε |
4 τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε πορεύεσθαι ἐν αὐτοι̃ς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν |
5 καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν |
6 ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκει̃α σαρκὸς αὐτου̃ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην ἐγὼ κύριος |
7 ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις μήτηρ γάρ σού ἐστιν καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς |
8 ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη πατρός σού ἐστιν |
9 ἀσχημοσύνην τη̃ς ἀδελφη̃ς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενου̃ς ἢ γεγεννημένης ἔξω οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτη̃ς |
10 ἀσχημοσύνην θυγατρὸς υἱου̃ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτω̃ν ὅτι σὴ ἀσχημοσύνη ἐστίν |
11 ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ὁμοπατρία ἀδελφή σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς |
12 ἀσχημοσύνην ἀδελφη̃ς πατρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ πατρός σού ἐστιν |
13 ἀσχημοσύνην ἀδελφη̃ς μητρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ μητρός σού ἐστιν |
14 ἀσχημοσύνην ἀδελφου̃ του̃ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναι̃κα αὐτου̃ οὐκ εἰσελεύση̨ συγγενὴς γάρ σού ἐστιν |
15 ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις γυνὴ γὰρ υἱου̃ σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς |
16 ἀσχημοσύνην γυναικὸς ἀδελφου̃ σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη ἀδελφου̃ σού ἐστιν |
17 ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτη̃ς οὐκ ἀποκαλύψεις τὴν θυγατέρα του̃ υἱου̃ αὐτη̃ς καὶ τὴν θυγατέρα τη̃ς θυγατρὸς αὐτη̃ς οὐ λήμψη̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτω̃ν οἰκει̃αι γάρ σού εἰσιν ἀσέβημά ἐστιν |
18 γυναι̃κα ἐπὶ ἀδελφη̨̃ αὐτη̃ς οὐ λήμψη̨ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς ἐπ' αὐτη̨̃ ἔτι ζώσης αὐτη̃ς |
19 καὶ πρὸς γυναι̃κα ἐν χωρισμω̨̃ ἀκαθαρσίας αὐτη̃ς οὐ προσελεύση̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς |
20 καὶ πρὸς τὴν γυναι̃κα του̃ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου ἐκμιανθη̃ναι πρὸς αὐτήν |
21 καὶ ἀπὸ του̃ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον ἐγὼ κύριος |
22 καὶ μετὰ ἄρσενος οὐ κοιμηθήση̨ κοίτην γυναικός βδέλυγμα γάρ ἐστιν |
23 καὶ πρὸς πα̃ν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανθη̃ναι πρὸς αὐτό καὶ γυνὴ οὐ στήσεται πρὸς πα̃ν τετράπουν βιβασθη̃ναι μυσερὸν γάρ ἐστιν |
24 μὴ μιαίνεσθε ἐν πα̃σιν τούτοις ἐν πα̃σι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμω̃ν |
25 καὶ ἐμιάνθη ἡ γη̃ καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοι̃ς δι' αὐτήν καὶ προσώχθισεν ἡ γη̃ τοι̃ς ἐγκαθημένοις ἐπ' αὐτη̃ς |
26 καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου καὶ οὐ ποιήσετε ἀπὸ πάντων τω̃ν βδελυγμάτων τούτων ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμι̃ν |
27 πάντα γὰρ τὰ βδελύγματα ταυ̃τα ἐποίησαν οἱ ἄνθρωποι τη̃ς γη̃ς οἱ ὄντες πρότεροι ὑμω̃ν καὶ ἐμιάνθη ἡ γη̃ |
28 καὶ ἵνα μὴ προσοχθίση̨ ὑμι̃ν ἡ γη̃ ἐν τω̨̃ μιαίνειν ὑμα̃ς αὐτήν ὃν τρόπον προσώχθισεν τοι̃ς ἔθνεσιν τοι̃ς πρὸ ὑμω̃ν |
29 ὅτι πα̃ς ὃς ἂν ποιήση̨ ἀπὸ πάντων τω̃ν βδελυγμάτων τούτων ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ποιου̃σαι ἐκ του̃ λαου̃ αὐτω̃ν |
30 καὶ φυλάξετε τὰ προστάγματά μου ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τω̃ν νομίμων τω̃ν ἐβδελυγμένων ἃ γέγονεν πρὸ του̃ ὑμα̃ς καὶ οὐ μιανθήσεσθε ἐν αὐτοι̃ς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν |