Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 19

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον τη̨̃ συναγωγη̨̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμω̃ν
ἕκαστος πατέρα αὐτου̃ καὶ μητέρα αὐτου̃ φοβείσθω καὶ τὰ σάββατά μου φυλάξεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμι̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ δεκτὴν ὑμω̃ν θύσετε
ἡ̨̃ ἂν ἡμέρα̨ θύσητε βρωθήσεται καὶ τη̨̃ αὔριον καὶ ἐὰν καταλειφθη̨̃ ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται
ἐὰν δὲ βρώσει βρωθη̨̃ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἄθυτόν ἐστιν οὐ δεχθήσεται
ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ του̃ λαου̃ αὐτω̃ν
καὶ ἐκθεριζόντων ὑμω̃ν τὸν θερισμὸν τη̃ς γη̃ς ὑμω̃ν οὐ συντελέσετε τὸν θερισμὸν ὑμω̃ν του̃ ἀγρου̃ ἐκθερίσαι καὶ τὰ ἀποπίπτοντα του̃ θερισμου̃ σου οὐ συλλέξεις
10 καὶ τὸν ἀμπελω̃νά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥω̃γας του̃ ἀμπελω̃νός σου συλλέξεις τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ καταλείψεις αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
11 οὐ κλέψετε οὐ ψεύσεσθε οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον
12 καὶ οὐκ ὀμει̃σθε τω̨̃ ὀνόματί μου ἐπ' ἀδίκω̨ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα του̃ θεου̃ ὑμω̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
13 οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς του̃ μισθωτου̃ παρὰ σοὶ ἕως πρωί
14 οὐ κακω̃ς ἐρει̃ς κωφὸν καὶ ἀπέναντι τυφλου̃ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήση̨ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
15 οὐ ποιήσετε ἄδικον ἐν κρίσει οὐ λήμψη̨ πρόσωπον πτωχου̃ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου ἐν δικαιοσύνη̨ κρινει̃ς τὸν πλησίον σου
16 οὐ πορεύση̨ δόλω̨ ἐν τω̨̃ ἔθνει σου οὐκ ἐπισυστήση̨ ἐφ' αἱ̃μα του̃ πλησίον σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
17 οὐ μισήσεις τὸν ἀδελφόν σου τη̨̃ διανοία̨ σου ἐλεγμω̨̃ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψη̨ δι' αὐτὸν ἁμαρτίαν
18 καὶ οὐκ ἐκδικα̃ταί σου ἡ χείρ καὶ οὐ μηνιει̃ς τοι̃ς υἱοι̃ς του̃ λαου̃ σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν ἐγώ εἰμι κύριος
19 τὸν νόμον μου φυλάξεσθε τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγω̨ καὶ τὸν ἀμπελω̃νά σου οὐ κατασπερει̃ς διάφορον καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλει̃ς σεαυτω̨̃
20 καὶ ἐάν τις κοιμηθη̨̃ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπω̨ καὶ αὐτὴ λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτη̨̃ ἐπισκοπὴ ἔσται αὐτοι̃ς οὐκ ἀποθανου̃νται ὅτι οὐκ ἀπηλευθερώθη
21 καὶ προσάξει τη̃ς πλημμελείας αὐτου̃ τω̨̃ κυρίω̨ παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου κριὸν πλημμελείας
22 καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἐν τω̨̃ κριω̨̃ τη̃ς πλημμελείας ἔναντι κυρίου περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν
23 ὅταν δὲ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν καὶ καταφυτεύσετε πα̃ν ξύλον βρώσιμον καὶ περικαθαριει̃τε τὴν ἀκαθαρσίαν αὐτου̃ ὁ καρπὸς αὐτου̃ τρία ἔτη ἔσται ὑμι̃ν ἀπερικάθαρτος οὐ βρωθήσεται
24 καὶ τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ ἔσται πα̃ς ὁ καρπὸς αὐτου̃ ἅγιος αἰνετὸς τω̨̃ κυρίω̨
25 ἐν δὲ τω̨̃ ἔτει τω̨̃ πέμπτω̨ φάγεσθε τὸν καρπόν πρόσθεμα ὑμι̃ν τὰ γενήματα αὐτου̃ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
26 μὴ ἔσθετε ἐπὶ τω̃ν ὀρέων καὶ οὐκ οἰωνιει̃σθε οὐδὲ ὀρνιθοσκοπήσεσθε
27 οὐ ποιήσετε σισόην ἐκ τη̃ς κόμης τη̃ς κεφαλη̃ς ὑμω̃ν οὐδὲ φθερει̃τε τὴν ὄψιν του̃ πώγωνος ὑμω̃ν
28 καὶ ἐντομίδας ἐπὶ ψυχη̨̃ οὐ ποιήσετε ἐν τω̨̃ σώματι ὑμω̃ν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμι̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
29 οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνευ̃σαι αὐτήν καὶ οὐκ ἐκπορνεύσει ἡ γη̃ καὶ ἡ γη̃ πλησθήσεται ἀνομίας
30 τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τω̃ν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος
31 οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοι̃ς ἐπαοιδοι̃ς οὐ προσκολληθήσεσθε ἐκμιανθη̃ναι ἐν αὐτοι̃ς ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
32 ἀπὸ προσώπου πολιου̃ ἐξαναστήση̨ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήση̨ τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
33 ἐὰν δέ τις προσέλθη̨ προσήλυτος ὑμι̃ν ἐν τη̨̃ γη̨̃ ὑμω̃ν οὐ θλίψετε αὐτόν
34 ὡς ὁ αὐτόχθων ἐν ὑμι̃ν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμα̃ς καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν ὅτι προσήλυτοι ἐγενήθητε ἐν γη̨̃ Αἰγύπτω̨ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
35 οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοι̃ς
36 ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χου̃ς δίκαιος ἔσται ὑμι̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου
37 καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.