Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 4

καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ Αωδ ἀπέθανεν
καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τη̃ς δυνάμεως αὐτου̃ Σισαρα καὶ αὐτὸς κατώ̨κει ἐν Αρισωθ τω̃ν ἐθνω̃ν
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρα̃ ἠ̃ν αὐτω̨̃ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη
καὶ Δεββωρα γυνὴ προφη̃τις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨
καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον τη̃ς Ραμα καὶ ἀνὰ μέσον τη̃ς Βαιθηλ ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ εἰς κρίσιν
καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεφθαλι καὶ εἰ̃πεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ σοὶ καὶ ἀπελεύση̨ εἰς ὄρος Θαβωρ καὶ λήμψη̨ μετὰ σεαυτου̃ δέκα χιλιάδας ἀνδρω̃ν ἐκ τω̃ν υἱω̃ν Νεφθαλι καὶ ἐκ τω̃ν υἱω̃ν Ζαβουλων
καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τη̃ς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτου̃ καὶ τὸ πλη̃θος αὐτου̃ καὶ παραδώσω αὐτὸν εἰς τὰς χει̃ράς σου
καὶ εἰ̃πεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθη̨̃ς μετ' ἐμου̃ πορεύσομαι καὶ ἐὰν μὴ πορευθη̨̃ς οὐ πορεύσομαι ὅτι οὐκ οἰ̃δα τὴν ἡμέραν ἐν ἡ̨̃ εὐοδοι̃ τὸν ἄγγελον κύριος μετ' ἐμου̃
καὶ εἰ̃πεν πορευομένη πορεύσομαι μετὰ σου̃ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύη̨ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ Βαρακ ἐκ Καδης
10 καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεφθαλι ἐκ Καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτου̃ δέκα χιλιάδες ἀνδρω̃ν καὶ ἀνέβη μετ' αὐτου̃ Δεββωρα
11 καὶ Χαβερ ὁ Κιναι̃ος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τω̃ν υἱω̃ν Ιωβαβ γαμβρου̃ Μωυση̃ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα Κεδες
12 καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ
13 καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτου̃ ἐννακόσια ἅρματα σιδηρα̃ καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃ ἀπὸ Αρισωθ τω̃ν ἐθνω̃ν εἰς τὸν χειμάρρουν Κισων
14 καὶ εἰ̃πεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ἡ̨̃ παρέδωκεν κύριος τὸν Σισαρα ἐν τη̨̃ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ του̃ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρω̃ν ὀπίσω αὐτου̃
15 καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτου̃ καὶ πα̃σαν τὴν παρεμβολὴν αὐτου̃ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἐπάνωθεν του̃ ἅρματος αὐτου̃ καὶ ἔφυγεν τοι̃ς ποσὶν αὐτου̃
16 καὶ Βαρακ διώκων ὀπίσω τω̃ν ἁρμάτων καὶ ὀπίσω τη̃ς παρεμβολη̃ς ἕως Αρισωθ τω̃ν ἐθνω̃ν καὶ ἔπεσεν πα̃σα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
17 καὶ Σισαρα ἔφυγεν τοι̃ς ποσὶν αὐτου̃ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου του̃ Κιναίου ὅτι εἰρήνη ἠ̃ν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ του̃ Κιναίου
18 καὶ ἐξη̃λθεν Ιαηλ εἰς συνάντησιν Σισαρα καὶ εἰ̃πεν αὐτω̨̃ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβου̃ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίω̨
19 καὶ εἰ̃πεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν του̃ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν
20 καὶ εἰ̃πεν πρὸς αὐτὴν Σισαρα στη̃θι δὴ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθη̨ πρὸς σὲ καὶ ἐρωτήση̨ σε καὶ εἴπη̨ εἰ ἔστιν ὡ̃δε ἀνήρ καὶ ἐρει̃ς οὐκ ἔστιν
21 καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τη̃ς σκηνη̃ς καὶ ἔθηκεν τὴν σφυ̃ραν ἐν τη̨̃ χειρὶ αὐτη̃ς καὶ εἰση̃λθεν πρὸς αὐτὸν ἐν κρυφη̨̃ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τω̨̃ κροτάφω̨ αὐτου̃ καὶ διεξη̃λθεν ἐν τη̨̃ γη̨̃ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν
22 καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξη̃λθεν Ιαηλ εἰς συνάντησιν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητει̃ς καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάσσαλος ἐν τω̨̃ κροτάφω̨ αὐτου̃
23 καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ
24 καὶ ἐπορεύετο χεὶρ τω̃ν υἱω̃ν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὑ̃ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν

ΚΡΙΤΑΙ, κεφαλίς 5

καὶ ἠ̨̃σαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγοντες
ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ισραηλ ἐν τω̨̃ ἑκουσιασθη̃ναι λαὸν εὐλογει̃τε κύριον
ἀκούσατε βασιλει̃ς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τω̨̃ κυρίω̨ ἐγώ εἰμι ἄ̨σομαι ψαλω̃ τω̨̃ κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ
κύριε ἐν τη̨̃ ἐξόδω̨ σου ἐν Σηιρ ἐν τω̨̃ ἀπαίρειν σε ἐξ ἀγρου̃ Εδωμ γη̃ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ
ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι του̃το Σινα ἀπὸ προσώπου κυρίου θεου̃ Ισραηλ
ἐν ἡμέραις Σαμεγαρ υἱου̃ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας
ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ ἐξέλιπον ἕως οὑ̃ ἀναστη̨̃ Δεββωρα ἕως οὑ̃ ἀναστη̨̃ μήτηρ ἐν Ισραηλ
ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθη̨̃ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ
ἡ καρδία μου εἰς τὰ διατεταγμένα τω̨̃ Ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαω̨̃ εὐλογει̃τε κύριον
10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ' ὁδω̨̃
11 διηγει̃σθε ἀπὸ φωνη̃ς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκει̃ δώσουσιν δικαιοσύνας κυρίω̨ δικαιοσύνας αὔξησον ἐν Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου
12 ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ὠ̨δήν ἀνάστα Βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ
13 τότε κατέβη κατάλειμμα τοι̃ς ἰσχυροι̃ς λαὸς κυρίου κατέβη αὐτω̨̃ ἐν τοι̃ς κραταιοι̃ς
14 ἐξ ἐμου̃ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τω̨̃ Αμαληκ ὀπίσω σου Βενιαμιν ἐν τοι̃ς λαοι̃ς σου ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνω̃ντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδω̨ διηγήσεως γραμματέως
15 καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτου̃ εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν
16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τη̃ς διγομίας του̃ ἀκου̃σαι συρισμου̃ ἀγγέλων εἰς διαιρέσεις Ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας
17 Γαλααδ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐσκήνωσεν καὶ Δαν εἰς τί παροικει̃ πλοίοις Ασηρ ἐκάθισεν παραλίαν θαλασσω̃ν καὶ ἐπὶ διεξόδοις αὐτου̃ σκηνώσει
18 Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτου̃ εἰς θάνατον καὶ Νεφθαλι ἐπὶ ὕψη ἀγρου̃
19 ἠ̃λθον αὐτω̃ν βασιλει̃ς παρετάξαντο τότε ἐπολέμησαν βασιλει̃ς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω δω̃ρον ἀργυρίου οὐκ ἔλαβον
20 ἐξ οὐρανου̃ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτω̃ν παρετάξαντο μετὰ Σισαρα
21 χειμάρρους Κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους Κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή
22 τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδη̨̃ ἔσπευσαν ἰσχυροὶ αὐτου̃
23 καταρα̃σθε Μηρωζ εἰ̃πεν ἄγγελος κυρίου καταρα̃σθε ἐπικατάρατος πα̃ς ὁ κατοικω̃ν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοι̃ς
24 εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ γυνὴ Χαβερ του̃ Κιναίου ἀπὸ γυναικω̃ν ἐν σκηναι̃ς εὐλογηθείη
25 ὕδωρ ἤ̨τησεν γάλα ἔδωκεν ἐν λεκάνη̨ ὑπερεχόντων προσήνεγκεν βούτυρον
26 χει̃ρα αὐτη̃ς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτη̃ς εἰς σφυ̃ραν κοπιώντων καὶ ἐσφυροκόπησεν Σισαρα διήλωσεν κεφαλὴν αὐτου̃ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτου̃
27 ἀνὰ μέσον τω̃ν ποδω̃ν αὐτη̃ς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τω̃ν ποδω̃ν αὐτη̃ς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκει̃ ἔπεσεν ἐξοδευθείς
28 διὰ τη̃ς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς του̃ τοξικου̃ διότι ἠ̨σχύνθη ἅρμα αὐτου̃ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτου̃
29 αἱ σοφαὶ ἄρχουσαι αὐτη̃ς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτη̃ς ἑαυτη̨̃
30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκυ̃λα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκυ̃λα βαμμάτων τω̨̃ Σισαρα σκυ̃λα βαμμάτων ποικιλίας βάμματα ποικιλτω̃ν αὐτά τω̨̃ τραχήλω̨ αὐτου̃ σκυ̃λα
31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπω̃ντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτου̃ καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.