1 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἑπτὰ ἔτη |
2 καὶ ἴσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοι̃ς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοι̃ς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά |
3 καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ισραηλ καὶ ἀνέβαιναν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολω̃ν συνανέβαινον αὐτοι̃ς |
4 καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτω̃ν ἕως ἐλθει̃ν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωη̃ς ἐν τη̨̃ γη̨̃ Ισραηλ οὐδὲ ἐν τοι̃ς ποιμνίοις ταυ̃ρον καὶ ὄνον |
5 ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτω̃ν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτω̃ν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλη̃θος καὶ αὐτοι̃ς καὶ τοι̃ς καμήλοις αὐτω̃ν οὐκ ἠ̃ν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γη̃ν Ισραηλ καὶ διέφθειρον αὐτήν |
6 καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον |
|
8 καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εἰ̃πεν αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξήγαγον ὑμα̃ς ἐξ οἴκου δουλείας ὑμω̃ν |
9 καὶ ἐρρυσάμην ὑμα̃ς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τω̃ν θλιβόντων ὑμα̃ς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμω̃ν καὶ ἔδωκα ὑμι̃ν τὴν γη̃ν αὐτω̃ν |
10 καὶ εἰ̃πα ὑμι̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν οὐ φοβηθήσεσθε τοὺς θεοὺς του̃ Αμορραίου ἐν οἱ̃ς ὑμει̃ς καθήσεσθε ἐν τη̨̃ γη̨̃ αὐτω̃ν καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς μου |
11 καὶ ἠ̃λθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Εφραθα τὴν Ιωας πατρὸς του̃ Εσδρι καὶ Γεδεων υἱὸς αὐτου̃ ῥαβδίζων σι̃τον ἐν ληνω̨̃ εἰς ἐκφυγει̃ν ἀπὸ προσώπου του̃ Μαδιαμ |
12 καὶ ὤφθη αὐτω̨̃ ὁ ἄγγελος κυρίου καὶ εἰ̃πεν πρὸς αὐτόν κύριος μετὰ σου̃ ἰσχυρὸς τω̃ν δυνάμεων |
13 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου καὶ εἰ ἔστιν κύριος μεθ' ἡμω̃ν εἰς τί εὑ̃ρεν ἡμα̃ς τὰ κακὰ ταυ̃τα καὶ που̃ ἐστιν πάντα τὰ θαυμάσια αὐτου̃ ἃ διηγήσαντο ἡμι̃ν οἱ πατέρες ἡμω̃ν λέγοντες μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμα̃ς κύριος καὶ νυ̃ν ἐξέρριψεν ἡμα̃ς καὶ ἔδωκεν ἡμα̃ς ἐν χειρὶ Μαδιαμ |
14 καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἰ̃πεν πορεύου ἐν ἰσχύι σου ταύτη̨ καὶ σώσεις τὸν Ισραηλ ἐκ χειρὸς Μαδιαμ ἰδοὺ ἐξαπέστειλά σε |
15 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου ἐν τίνι σώσω τὸν Ισραηλ ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασση καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκω̨ πατρός μου |
16 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου κύριος ἔσται μετὰ σου̃ καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα |
17 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων εἰ δὲ εὑ̃ρον ἔλεος ἐν ὀφθαλμοι̃ς σου καὶ ποιήσεις μοι σήμερον πα̃ν ὅ τι ἐλάλησας μετ' ἐμου̃ |
18 μὴ χωρισθη̨̃ς ἐντευ̃θεν ἕως του̃ ἐλθει̃ν με πρὸς σέ καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου καὶ εἰ̃πεν ἐγώ εἰμι καθίομαι ἕως του̃ ἐπιστρέψαι σε |
19 καὶ Γεδεων εἰση̃λθεν καὶ ἐποίησεν ἔριφον αἰγω̃ν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τω̨̃ κοφίνω̨ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τη̨̃ χύτρα̨ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν |
20 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ ἄγγελος του̃ θεου̃ λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε καὶ ἐποίησεν οὕτως |
21 καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τη̃ς ῥάβδου τη̃ς ἐν χειρὶ αὐτου̃ καὶ ἥψατο τω̃ν κρεω̃ν καὶ τω̃ν ἀζύμων καὶ ἀνέβη πυ̃ρ ἐκ τη̃ς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμω̃ν αὐτου̃ |
22 καὶ εἰ̃δεν Γεδεων ὅτι ἄγγελος κυρίου οὑ̃τός ἐστιν καὶ εἰ̃πεν Γεδεων ἀ̃ ἀ̃ κύριέ μου κύριε ὅτι εἰ̃δον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον |
23 καὶ εἰ̃πεν αὐτω̨̃ κύριος εἰρήνη σοι μὴ φοβου̃ οὐ μὴ ἀποθάνη̨ς |
24 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Γεδεων θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ ἐπεκάλεσεν αὐτω̨̃ εἰρήνη κυρίου ἕως τη̃ς ἡμέρας ταύτης ἔτι αὐτου̃ ὄντος ἐν Εφραθα πατρὸς του̃ Εσδρι |
25 καὶ ἐγένετο ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν αὐτω̨̃ κύριος λαβὲ τὸν μόσχον τὸν ταυ̃ρον ὅς ἐστιν τω̨̃ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετη̃ καὶ καθελει̃ς τὸ θυσιαστήριον του̃ Βααλ ὅ ἐστιν τω̨̃ πατρί σου καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτὸ ὀλεθρεύσεις |
26 καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐπὶ κορυφὴν του̃ Μαουεκ τούτου ἐν τη̨̃ παρατάξει καὶ λήμψη̨ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοι̃ς ξύλοις του̃ ἄλσους οὑ̃ ἐξολεθρεύσεις |
27 καὶ ἔλαβεν Γεδεων δέκα ἄνδρας ἀπὸ τω̃ν δούλων ἑαυτου̃ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ καὶ τοὺς ἄνδρας τη̃ς πόλεως του̃ ποιη̃σαι ἡμέρας καὶ ἐποίησεν νυκτός |
28 καὶ ὤρθρισαν οἱ ἄνδρες τη̃ς πόλεως τὸ πρωί καὶ ἰδοὺ καθή̨ρητο τὸ θυσιαστήριον του̃ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτω̨̃ ὠλέθρευτο καὶ εἰ̃δαν τὸν μόσχον τὸν δεύτερον ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ὠ̨κοδομημένον |
29 καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τίς ἐποίησεν τὸ ῥη̃μα του̃το καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ ῥη̃μα του̃το |
30 καὶ εἰ̃πον οἱ ἄνδρες τη̃ς πόλεως πρὸς Ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθει̃λεν τὸ θυσιαστήριον του̃ Βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ' αὐτω̨̃ |
31 καὶ εἰ̃πεν Ιωας τοι̃ς ἀνδράσιν πα̃σιν οἳ ἐπανέστησαν αὐτω̨̃ μὴ ὑμει̃ς νυ̃ν δικάζεσθε ὑπὲρ του̃ Βααλ ἢ ὑμει̃ς σώσετε αὐτόν ὃς ἐὰν δικάσηται αὐτω̨̃ θανατωθήτω ἕως πρωί εἰ θεός ἐστιν δικαζέσθω αὐτω̨̃ ὅτι καθει̃λεν τὸ θυσιαστήριον αὐτου̃ |
32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ Ιαρβααλ λέγων δικασάσθω ἐν αὐτω̨̃ ὁ Βααλ ὅτι καθη̨ρέθη τὸ θυσιαστήριον αὐτου̃ |
33 καὶ πα̃σα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολω̃ν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Εζερεελ |
34 καὶ πνευ̃μα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνη̨ καὶ ἐφοβήθη Αβιεζερ ὀπίσω αὐτου̃ |
35 καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασση καὶ ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ Νεφθαλι καὶ ἀνέβη εἰς συνάντησιν αὐτω̃ν |
36 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν εἰ σὺ σώ̨ζεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας |
37 ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον του̃ ἐρίου ἐν τη̨̃ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας |
38 καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τη̨̃ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ του̃ πόκου πλήρης λεκάνη ὕδατος |
39 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τω̨̃ πόκω̨ καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν γενηθήτω δρόσος |
40 καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἐγενήθη δρόσος |