Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 14,  στἰχοι 12-19

12 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων πρόβλημα ὑμι̃ν προβάλλομαι ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ται̃ς ἑπτὰ ἡμέραις του̃ πότου καὶ εὕρητε δώσω ὑμι̃ν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων
13 καὶ ἐὰν μὴ δύνησθε ἀπαγγει̃λαί μοι δώσετε ὑμει̃ς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων καὶ εἰ̃παν αὐτω̨̃ προβαλου̃ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό
14 καὶ εἰ̃πεν αὐτοι̃ς τί βρωτὸν ἐξη̃λθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυρου̃ γλυκύ καὶ οὐκ ἠδύναντο ἀπαγγει̃λαι τὸ πρόβλημα ἐπὶ τρει̃ς ἡμέρας
15 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ εἰ̃παν τη̨̃ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε κατακαύσωμέν σε καὶ τὸν οἰ̃κον του̃ πατρός σου ἐν πυρί ἠ̃ ἐκβιάσαι ἡμα̃ς κεκλήκατε
16 καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων πρὸς αὐτὸν καὶ εἰ̃πεν πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοι̃ς υἱοι̃ς του̃ λαου̃ μου οὐκ ἀπήγγειλάς μοι καὶ εἰ̃πεν αὐτη̨̃ Σαμψων εἰ τω̨̃ πατρί μου καὶ τη̨̃ μητρί μου οὐκ ἀπήγγελκα σοὶ ἀπαγγείλω
17 καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἠ̃ν αὐτοι̃ς ὁ πότος καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἀπήγγειλεν αὐτη̨̃ ὅτι παρενώχλησεν αὐτω̨̃ καὶ αὐτὴ ἀπήγγειλεν τοι̃ς υἱοι̃ς του̃ λαου̃ αὐτη̃ς
18 καὶ εἰ̃παν αὐτω̨̃ οἱ ἄνδρες τη̃ς πόλεως ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ πρὸ του̃ ἀνατει̃λαι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων εἰ μὴ ἠροτριάσατε ἐν τη̨̃ δαμάλει μου οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου
19 καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ κατέβη εἰς 'Ασκαλω̃να καὶ ἐπάταξεν ἐξ αὐτω̃ν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτω̃ν καὶ ἔδωκεν τὰς στολὰς τοι̃ς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ὠργίσθη θυμω̨̃ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.