Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 14

1 καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἰ̃δεν γυναι̃κα εἰς Θαμναθα ἀπὸ τω̃ν θυγατέρων τω̃ν ἀλλοφύλων
2 καὶ ἀνέβη καὶ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ καὶ τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν γυναι̃κα ἑόρακα ἐν Θαμναθα ἀπὸ τω̃ν θυγατέρων Φυλιστιιμ καὶ νυ̃ν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναι̃κα
3 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ μὴ οὔκ εἰσιν θυγατέρες τω̃ν ἀδελφω̃ν σου καὶ ἐκ παντὸς του̃ λαου̃ μου γυνή ὅτι σὺ πορεύη̨ λαβει̃ν γυναι̃κα ἀπὸ τω̃ν ἀλλοφύλων τω̃ν ἀπεριτμήτων καὶ εἰ̃πεν Σαμψων πρὸς τὸν πατέρα αὐτου̃ ταύτην λαβέ μοι ὅτι αὕτη εὐθει̃α ἐν ὀφθαλμοι̃ς μου
4 καὶ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἐκδίκησιν αὐτὸς ζητει̃ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ισραηλ
5 καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ εἰς Θαμναθα καὶ ἠ̃λθεν ἕως του̃ ἀμπελω̃νος Θαμναθα καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτου̃
6 καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ συνέτριψεν αὐτόν ὡσεὶ συντρίψει ἔριφον καὶ οὐδὲν ἠ̃ν ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ οὐκ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ καὶ τη̨̃ μητρὶ αὐτου̃ ὃ ἐποίησεν
7 καὶ κατέβησαν καὶ ἐλάλησαν τη̨̃ γυναικί καὶ ηὐθύνθη ἐν ὀφθαλμοι̃ς Σαμψων
8 καὶ ὑπέστρεψεν μεθ' ἡμέρας λαβει̃ν αὐτὴν καὶ ἐξέκλινεν ἰδει̃ν τὸ πτω̃μα του̃ λέοντος καὶ ἰδοὺ συναγωγὴ μελισσω̃ν ἐν τω̨̃ στόματι του̃ λέοντος καὶ μέλι
9 καὶ ἐξει̃λεν αὐτὸ εἰς χει̃ρας αὐτου̃ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτου̃ καὶ τὴν μητέρα αὐτου̃ καὶ ἔδωκεν αὐτοι̃ς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοι̃ς ὅτι ἀπὸ του̃ στόματος του̃ λέοντος ἐξει̃λεν τὸ μέλι
10 καὶ κατέβη ὁ πατὴρ αὐτου̃ πρὸς τὴν γυναι̃κα καὶ ἐποίησεν ἐκει̃ Σαμψων πότον ἑπτὰ ἡμέρας ὅτι οὕτως ποιου̃σιν οἱ νεανίσκοι
11 καὶ ἐγένετο ὅτε εἰ̃δον αὐτόν καὶ ἔλαβον τριάκοντα κλητούς καὶ ἠ̃σαν μετ' αὐτου̃
12 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων πρόβλημα ὑμι̃ν προβάλλομαι ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ται̃ς ἑπτὰ ἡμέραις του̃ πότου καὶ εὕρητε δώσω ὑμι̃ν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων
13 καὶ ἐὰν μὴ δύνησθε ἀπαγγει̃λαί μοι δώσετε ὑμει̃ς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων καὶ εἰ̃παν αὐτω̨̃ προβαλου̃ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό
14 καὶ εἰ̃πεν αὐτοι̃ς τί βρωτὸν ἐξη̃λθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυρου̃ γλυκύ καὶ οὐκ ἠδύναντο ἀπαγγει̃λαι τὸ πρόβλημα ἐπὶ τρει̃ς ἡμέρας
15 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ εἰ̃παν τη̨̃ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε κατακαύσωμέν σε καὶ τὸν οἰ̃κον του̃ πατρός σου ἐν πυρί ἠ̃ ἐκβιάσαι ἡμα̃ς κεκλήκατε
16 καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων πρὸς αὐτὸν καὶ εἰ̃πεν πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοι̃ς υἱοι̃ς του̃ λαου̃ μου οὐκ ἀπήγγειλάς μοι καὶ εἰ̃πεν αὐτη̨̃ Σαμψων εἰ τω̨̃ πατρί μου καὶ τη̨̃ μητρί μου οὐκ ἀπήγγελκα σοὶ ἀπαγγείλω
17 καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἠ̃ν αὐτοι̃ς ὁ πότος καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἀπήγγειλεν αὐτη̨̃ ὅτι παρενώχλησεν αὐτω̨̃ καὶ αὐτὴ ἀπήγγειλεν τοι̃ς υἱοι̃ς του̃ λαου̃ αὐτη̃ς
18 καὶ εἰ̃παν αὐτω̨̃ οἱ ἄνδρες τη̃ς πόλεως ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ πρὸ του̃ ἀνατει̃λαι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων εἰ μὴ ἠροτριάσατε ἐν τη̨̃ δαμάλει μου οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου
19 καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ κατέβη εἰς 'Ασκαλω̃να καὶ ἐπάταξεν ἐξ αὐτω̃ν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτω̃ν καὶ ἔδωκεν τὰς στολὰς τοι̃ς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ὠργίσθη θυμω̨̃ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃
20 καὶ ἐγένετο ἡ γυνὴ Σαμψων ἑνὶ τω̃ν φίλων αὐτου̃ ὡ̃ν ἐφιλίασεν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.