Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 8

ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγει κύριος ἐξοίσουσιν τὰ ὀστα̃ τω̃ν βασιλέων Ιουδα καὶ τὰ ὀστα̃ τω̃ν ἀρχόντων αὐτου̃ καὶ τὰ ὀστα̃ τω̃ν ἱερέων καὶ τὰ ὀστα̃ τω̃ν προφητω̃ν καὶ τὰ ὀστα̃ τω̃ν κατοικούντων Ιερουσαλημ ἐκ τω̃ν τάφων αὐτω̃ν
καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πα̃σαν τὴν στρατιὰν του̃ οὐρανου̃ ἃ ἠγάπησαν καὶ οἱ̃ς ἐδούλευσαν καὶ ὡ̃ν ἐπορεύθησαν ὀπίσω αὐτω̃ν καὶ ὡ̃ν ἀντείχοντο καὶ οἱ̃ς προσεκύνησαν αὐτοι̃ς οὐ κοπήσονται καὶ οὐ ταφήσονται καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τη̃ς γη̃ς
ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωήν καὶ πα̃σιν τοι̃ς καταλοίποις τοι̃ς καταλειφθει̃σιν ἀπὸ τη̃ς γενεα̃ς ἐκείνης ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν ἐξώσω αὐτοὺς ἐκει̃
ὅτι τάδε λέγει κύριος μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει
διὰ τί ἀπέστρεψεν ὁ λαός μου οὑ̃τος ἀποστροφὴν ἀναιδη̃ καὶ κατεκρατήθησαν ἐν τη̨̃ προαιρέσει αὐτω̃ν καὶ οὐκ ἠθέλησαν του̃ ἐπιστρέψαι
ἐνωτίσασθε δὴ καὶ ἀκούσατε οὐχ οὕτως λαλήσουσιν οὐκ ἔστιν ἄνθρωπος μετανοω̃ν ἀπὸ τη̃ς κακίας αὐτου̃ λέγων τί ἐποίησα διέλιπεν ὁ τρέχων ἀπὸ του̃ δρόμου αὐτου̃ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμω̨̃ αὐτου̃
καὶ ἡ ασιδα ἐν τω̨̃ οὐρανω̨̃ ἔγνω τὸν καιρὸν αὐτη̃ς τρυγὼν καὶ χελιδών ἀγρου̃ στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων αὐτω̃ν ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου
πω̃ς ἐρει̃τε ὅτι σοφοί ἐσμεν ἡμει̃ς καὶ νόμος κυρίου ἐστὶν μεθ' ἡμω̃ν εἰς μάτην ἐγενήθη σχοι̃νος ψευδὴς γραμματευ̃σιν
ἠ̨σχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν σοφία τίς ἐστιν ἐν αὐτοι̃ς
10 διὰ του̃το δώσω τὰς γυναι̃κας αὐτω̃ν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτω̃ν τοι̃ς κληρονόμοις
11 ...
12 ...
13 καὶ συνάξουσιν τὰ γενήματα αὐτω̃ν λέγει κύριος οὐκ ἔστιν σταφυλὴ ἐν ται̃ς ἀμπέλοις καὶ οὐκ ἔστιν συ̃κα ἐν ται̃ς συκαι̃ς καὶ τὰ φύλλα κατερρύηκεν
14 ἐπὶ τί ἡμει̃ς καθήμεθα συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριφω̃μεν ὅτι ὁ θεὸς ἀπέρριψεν ἡμα̃ς καὶ ἐπότισεν ἡμα̃ς ὕδωρ χολη̃ς ὅτι ἡμάρτομεν ἐναντίον αὐτου̃
15 συνήχθημεν εἰς εἰρήνην καὶ οὐκ ἠ̃ν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ σπουδή
16 ἐκ Δαν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτου̃ ἀπὸ φωνη̃ς χρεμετισμου̃ ἱππασίας ἵππων αὐτου̃ ἐσείσθη πα̃σα ἡ γη̃ καὶ ἥξει καὶ καταφάγεται τὴν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς πόλιν καὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃
17 διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμα̃ς ὄφεις θανατου̃ντας οἱ̃ς οὐκ ἔστιν ἐπα̨̃σαι καὶ δήξονται ὑμα̃ς
18 ἀνίατα μετ' ὀδύνης καρδίας ὑμω̃ν ἀπορουμένης
19 ἰδοὺ φωνὴ κραυγη̃ς θυγατρὸς λαου̃ μου ἀπὸ γη̃ς μακρόθεν μὴ κύριος οὐκ ἔστιν ἐν Σιων ἢ βασιλεὺς οὐκ ἔστιν ἐκει̃ διὰ τί παρώργισάν με ἐν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν καὶ ἐν ματαίοις ἀλλοτρίοις
20 διη̃λθεν θέρος παρη̃λθεν ἄμητος καὶ ἡμει̃ς οὐ διεσώθημεν
21 ἐπὶ συντρίμματι θυγατρὸς λαου̃ μου ἐσκοτώθην ἀπορία̨ κατίσχυσάν με ὠδι̃νες ὡς τικτούσης
22 μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ ἢ ἰατρὸς οὐκ ἔστιν ἐκει̃ διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαου̃ μου
23 τίς δώσει κεφαλη̨̃ μου ὕδωρ καὶ ὀφθαλμοι̃ς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαόν μου του̃τον ἡμέρας καὶ νυκτός τοὺς τετραυματισμένους θυγατρὸς λαου̃ μου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.