Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 9

τίς δώ̨η μοι ἐν τη̨̃ ἐρήμω̨ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτω̃ν ὅτι πάντες μοιχω̃νται σύνοδος ἀθετούντων
καὶ ἐνέτειναν τὴν γλω̃σσαν αὐτω̃ν ὡς τόξον ψευ̃δος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τη̃ς γη̃ς ὅτι ἐκ κακω̃ν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν
ἕκαστος ἀπὸ του̃ πλησίον αὐτου̃ φυλάξασθε καὶ ἐπ' ἀδελφοι̃ς αὐτω̃ν μὴ πεποίθατε ὅτι πα̃ς ἀδελφὸς πτέρνη̨ πτερνιει̃ καὶ πα̃ς φίλος δολίως πορεύσεται
ἕκαστος κατὰ του̃ φίλου αὐτου̃ καταπαίξεται ἀλήθειαν οὐ μὴ λαλήσωσιν μεμάθηκεν ἡ γλω̃σσα αὐτω̃ν λαλει̃ν ψευδη̃ ἠδίκησαν καὶ οὐ διέλιπον του̃ ἐπιστρέψαι
τόκος ἐπὶ τόκω̨ δόλος ἐπὶ δόλω̨ οὐκ ἤθελον εἰδέναι με
διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμω̃ αὐτούς ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαου̃ μου
βολὶς τιτρώσκουσα ἡ γλω̃σσα αὐτω̃ν δόλια τὰ ῥήματα του̃ στόματος αὐτω̃ν τω̨̃ πλησίον αὐτου̃ λαλει̃ εἰρηνικὰ καὶ ἐν ἑαυτω̨̃ ἔχει τὴν ἔχθραν
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν λαω̨̃ τω̨̃ τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου
ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τη̃ς ἐρήμου θρη̃νον ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἰ̃ναι ἀνθρώπους οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως ἀπὸ πετεινω̃ν του̃ οὐρανου̃ καὶ ἕως κτηνω̃ν ἐξέστησαν ὤ̨χοντο
10 καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικει̃σθαι
11 τίς ὁ ἄνθρωπος ὁ συνετός καὶ συνέτω του̃το καὶ ὡ̨̃ λόγος στόματος κυρίου πρὸς αὐτόν ἀναγγειλάτω ὑμι̃ν ἕνεκεν τίνος ἀπώλετο ἡ γη̃ ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν
12 καὶ εἰ̃πεν κύριος πρός με διὰ τὸ ἐγκαταλιπει̃ν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτω̃ν καὶ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς μου
13 ἀλλ' ἐπορεύθησαν ὀπίσω τω̃ν ἀρεστω̃ν τη̃ς καρδίας αὐτω̃ν τη̃ς κακη̃ς καὶ ὀπίσω τω̃ν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτω̃ν
14 διὰ του̃το τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ψωμιω̃ αὐτοὺς ἀνάγκας καὶ ποτιω̃ αὐτοὺς ὕδωρ χολη̃ς
15 καὶ διασκορπιω̃ αὐτοὺς ἐν τοι̃ς ἔθνεσιν εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτω̃ν καὶ ἐπαποστελω̃ ἐπ' αὐτοὺς τὴν μάχαιραν ἕως του̃ ἐξαναλω̃σαι αὐτοὺς ἐν αὐτη̨̃
16 τάδε λέγει κύριος καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
17 καὶ λαβέτωσαν ἐφ' ὑμα̃ς θρη̃νον καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμω̃ν δάκρυα καὶ τὰ βλέφαρα ὑμω̃ν ῥείτω ὕδωρ
18 ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιων πω̃ς ἐταλαιπωρήσαμεν κατη̨σχύνθημεν σφόδρα ὅτι ἐγκατελίπομεν τὴν γη̃ν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμω̃ν
19 ἀκούσατε δή γυναι̃κες λόγον θεου̃ καὶ δεξάσθω τὰ ὠ̃τα ὑμω̃ν λόγους στόματος αὐτου̃ καὶ διδάξατε τὰς θυγατέρας ὑμω̃ν οἰ̃κτον καὶ γυνὴ τὴν πλησίον αὐτη̃ς θρη̃νον
20 ὅτι ἀνέβη θάνατος διὰ τω̃ν θυρίδων ὑμω̃ν εἰση̃λθεν εἰς τὴν γη̃ν ὑμω̃ν του̃ ἐκτρι̃ψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τω̃ν πλατειω̃ν
21 καὶ ἔσονται οἱ νεκροὶ τω̃ν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου του̃ πεδίου τη̃ς γη̃ς ὑμω̃ν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος καὶ οὐκ ἔσται ὁ συνάγων
22 τάδε λέγει κύριος μὴ καυχάσθω ὁ σοφὸς ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τη̨̃ ἰσχύι αὐτου̃ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τω̨̃ πλούτω̨ αὐτου̃
23 ἀλλ' ἢ ἐν τούτω̨ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιω̃ν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς ὅτι ἐν τούτοις τὸ θέλημά μου λέγει κύριος
24 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτω̃ν
25 ἐπ' Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτου̃ τοὺς κατοικου̃ντας ἐν τη̨̃ ἐρήμω̨ ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί καὶ πα̃ς οἰ̃κος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.