Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 14

καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τη̃ς ἀβροχίας
ἐπένθησεν ἡ Ιουδαία καὶ αἱ πύλαι αὐτη̃ς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τη̃ς γη̃ς καὶ ἡ κραυγὴ τη̃ς Ιερουσαλημ ἀνέβη
καὶ οἱ μεγιστα̃νες αὐτη̃ς ἀπέστειλαν τοὺς νεωτέρους αὐτω̃ν ἐφ' ὕδωρ ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγει̃α αὐτω̃ν κενά
καὶ τὰ ἔργα τη̃ς γη̃ς ἐξέλιπεν ὅτι οὐκ ἠ̃ν ὑετός ἠ̨σχύνθησαν γεωργοί ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτω̃ν
καὶ ἔλαφοι ἐν ἀγρω̨̃ ἔτεκον καὶ ἐγκατέλιπον ὅτι οὐκ ἠ̃ν βοτάνη
ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας εἵλκυσαν ἄνεμον ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτω̃ν ὅτι οὐκ ἠ̃ν χόρτος ἀπὸ λαου̃ ἀδικίας
εἰ αἱ ἁμαρτίαι ἡμω̃ν ἀντέστησαν ἡμι̃ν κύριε ποίησον ἡμι̃ν ἕνεκεν σου̃ ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμω̃ν ἐναντίον σου̃ ὅτι σοὶ ἡμάρτομεν
ὑπομονὴ Ισραηλ κύριε καὶ σώ̨ζεις ἐν καιρω̨̃ κακω̃ν ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τη̃ς γη̃ς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα
μὴ ἔση̨ ὥσπερ ἄνθρωπος ὑπνω̃ν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σώ̨ζειν καὶ σὺ ἐν ἡμι̃ν εἰ̃ κύριε καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμα̃ς μὴ ἐπιλάθη̨ ἡμω̃ν
10 οὕτως λέγει κύριος τω̨̃ λαω̨̃ τούτω̨ ἠγάπησαν κινει̃ν πόδας αὐτω̃ν καὶ οὐκ ἐφείσαντο καὶ ὁ θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοι̃ς νυ̃ν μνησθήσεται τω̃ν ἀδικιω̃ν αὐτω̃ν
11 καὶ εἰ̃πεν κύριος πρός με μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου εἰς ἀγαθά
12 ὅτι ἐὰν νηστεύσωσιν οὐκ εἰσακούσομαι τη̃ς δεήσεως αὐτω̃ν καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας οὐκ εὐδοκήσω ἐν αὐτοι̃ς ὅτι ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨ ἐγὼ συντελέσω αὐτούς
13 καὶ εἰ̃πα ὠ̃ κύριε ἰδοὺ οἱ προφη̃ται αὐτω̃ν προφητεύουσιν καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν οὐδὲ λιμὸς ἔσται ἐν ὑμι̃ν ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τη̃ς γη̃ς καὶ ἐν τω̨̃ τόπω̨ τούτω̨
14 καὶ εἰ̃πεν κύριος πρός με ψευδη̃ οἱ προφη̃ται προφητεύουσιν ἐπὶ τω̨̃ ὀνόματί μου οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς ὅτι ὁράσεις ψευδει̃ς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτω̃ν αὐτοὶ προφητεύουσιν ὑμι̃ν
15 διὰ του̃το τάδε λέγει κύριος περὶ τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ἐπὶ τω̨̃ ὀνόματί μου ψευδη̃ καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς οἳ λέγουσιν μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τη̃ς γη̃ς ταύτης ἐν θανάτω̨ νοσερω̨̃ ἀποθανου̃νται καὶ ἐν λιμω̨̃ συντελεσθήσονται οἱ προφη̃ται
16 καὶ ὁ λαός οἱ̃ς αὐτοὶ προφητεύουσιν αὐτοι̃ς καὶ ἔσονται ἐρριμμένοι ἐν ται̃ς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ του̃ λιμου̃ καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν καὶ ἐκχεω̃ ἐπ' αὐτοὺς τὰ κακὰ αὐτω̃ν
17 καὶ ἐρει̃ς πρὸς αὐτοὺς τὸν λόγον του̃τον καταγάγετε ἐπ' ὀφθαλμοὺς ὑμω̃ν δάκρυα ἡμέρας καὶ νυκτός καὶ μὴ διαλιπέτωσαν ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαου̃ μου καὶ πληγη̨̃ ὀδυνηρα̨̃ σφόδρα
18 ἐὰν ἐξέλθω εἰς τὸ πεδίον καὶ ἰδοὺ τραυματίαι μαχαίρας καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν καὶ ἰδοὺ πόνος λιμου̃ ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γη̃ν ἣν οὐκ ἤ̨δεισαν
19 μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν καὶ ἀπὸ Σιων ἀπέστη ἡ ψυχή σου ἵνα τί ἔπαισας ἡμα̃ς καὶ οὐκ ἔστιν ἡμι̃ν ἴασις ὑπεμείναμεν εἰς εἰρήνην καὶ οὐκ ἠ̃ν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ ταραχή
20 ἔγνωμεν κύριε ἁμαρτήματα ἡμω̃ν ἀδικίας πατέρων ἡμω̃ν ὅτι ἡμάρτομεν ἐναντίον σου
21 κόπασον διὰ τὸ ὄνομά σου μὴ ἀπολέση̨ς θρόνον δόξης σου μνήσθητι μὴ διασκεδάση̨ς τὴν διαθήκην σου τὴν μεθ' ἡμω̃ν
22 μὴ ἔστιν ἐν εἰδώλοις τω̃ν ἐθνω̃ν ὑετίζων καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτου̃ οὐχὶ σὺ εἰ̃ αὐτός καὶ ὑπομενου̃μέν σε ὅτι σὺ ἐποίησας πάντα ταυ̃τα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.