1 καὶ εἰ̃πεν κύριος πρός με ἐὰν στη̨̃ Μωυση̃ς καὶ Σαμουηλ πρὸ προσώπου μου οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς ἐξαπόστειλον τὸν λαὸν του̃τον καὶ ἐξελθέτωσαν |
2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ που̃ ἐξελευσόμεθα καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὅσοι εἰς θάνατον εἰς θάνατον καὶ ὅσοι εἰς μάχαιραν εἰς μάχαιραν καὶ ὅσοι εἰς λιμόν εἰς λιμόν καὶ ὅσοι εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν |
3 καὶ ἐκδικήσω ἐπ' αὐτοὺς τέσσαρα εἴδη λέγει κύριος τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τη̃ς γη̃ς καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ εἰς βρω̃σιν καὶ εἰς διαφθοράν |
4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων ὡ̃ν ἐποίησεν ἐν Ιερουσαλημ |
5 τίς φείσεται ἐπὶ σοί Ιερουσαλημ καὶ τίς δειλιάσει ἐπὶ σοί ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι |
6 σὺ ἀπεστράφης με λέγει κύριος ὀπίσω πορεύση̨ καὶ ἐκτενω̃ τὴν χει̃ρά μου καὶ διαφθερω̃ σε καὶ οὐκέτι ἀνήσω αὐτούς |
7 καὶ διασπερω̃ αὐτοὺς ἐν διασπορα̨̃ ἐν πύλαις λαου̃ μου ἠτεκνώθησαν ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτω̃ν |
8 ἐπληθύνθησαν χη̃ραι αὐτω̃ν ὑπὲρ τὴν ἄμμον τη̃ς θαλάσσης ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρία̨ ἐπέρριψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν |
9 ἐκενώθη ἡ τίκτουσα ἑπτά ἀπεκάκησεν ἡ ψυχὴ αὐτη̃ς ἐπέδυ ὁ ἥλιος αὐτη̨̃ ἔτι μεσούσης τη̃ς ἡμέρας κατη̨σχύνθη καὶ ὠνειδίσθη τοὺς καταλοίπους αὐτω̃ν εἰς μάχαιραν δώσω ἐναντίον τω̃ν ἐχθρω̃ν αὐτω̃ν |
10 οἴμμοι ἐγώ μη̃τερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάση̨ τη̨̃ γη̨̃ οὔτε ὠφέλησα οὔτε ὠφέλησέν με οὐδείς ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοι̃ς καταρωμένοις με |
11 γένοιτο δέσποτα κατευθυνόντων αὐτω̃ν εἰ μὴ παρέστην σοι ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν καὶ ἐν καιρω̨̃ θλίψεως αὐτω̃ν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν |
12 εἰ γνωσθήσεται σίδηρος καὶ περιβόλαιον χαλκου̃ν |
13 ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πα̃σι τοι̃ς ὁρίοις σου |
14 καὶ καταδουλώσω σε κύκλω̨ τοι̃ς ἐχθροι̃ς σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ οὐκ ἤ̨δεις ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου ἐφ' ὑμα̃ς καυθήσεται |
15 κύριε μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθώ̨ωσόν με ἀπὸ τω̃ν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν γνω̃θι ὡς ἔλαβον περὶ σου̃ ὀνειδισμὸν |
16 ὑπὸ τω̃ν ἀθετούντων τοὺς λόγους σου συντέλεσον αὐτούς καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί κύριε παντοκράτωρ |
17 οὐκ ἐκάθισα ἐν συνεδρίω̨ αὐτω̃ν παιζόντων ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου κατὰ μόνας ἐκαθήμην ὅτι πικρίας ἐνεπλήσθην |
18 ἵνα τί οἱ λυπου̃ντές με κατισχύουσίν μου ἡ πληγή μου στερεά πόθεν ἰαθήσομαι γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν |
19 διὰ του̃το τάδε λέγει κύριος ἐὰν ἐπιστρέψη̨ς καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήση̨ καὶ ἐὰν ἐξαγάγη̨ς τίμιον ἀπὸ ἀναξίου ὡς στόμα μου ἔση̨ καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς |
20 καὶ δώσω σε τω̨̃ λαω̨̃ τούτω̨ ὡς τει̃χος ὀχυρὸν χαλκου̃ν καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ διότι μετὰ σου̃ εἰμι του̃ σώ̨ζειν σε |
21 καὶ ἐξαιρει̃σθαί σε ἐκ χειρὸς πονηρω̃ν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμω̃ν |