Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 13

τάδε λέγει κύριος βάδισον καὶ κτη̃σαι σεαυτω̨̃ περίζωμα λινου̃ν καὶ περίθου περὶ τὴν ὀσφύν σου καὶ ἐν ὕδατι οὐ διελεύσεται
καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου
καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκει̃ ἐν τη̨̃ τρυμαλια̨̃ τη̃ς πέτρας
καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τω̨̃ Εὐφράτη̨ καθὼς ἐνετείλατό μοι κύριος
καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ εἰ̃πεν κύριος πρός με ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκει̃θεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι του̃ κατακρύψαι ἐκει̃
καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ του̃ τόπου οὑ̃ κατώρυξα αὐτὸ ἐκει̃ καὶ ἰδοὺ διεφθαρμένον ἠ̃ν ὃ οὐ μὴ χρησθη̨̃ εἰς οὐθέν
καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
τάδε λέγει κύριος οὕτω φθερω̃ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ
10 τὴν πολλὴν ταύτην ὕβριν τοὺς μὴ βουλομένους ὑπακούειν τω̃ν λόγων μου καὶ πορευθέντας ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ του̃ προσκυνει̃ν αὐτοι̃ς καὶ ἔσονται ὥσπερ τὸ περίζωμα του̃το ὃ οὐ χρησθήσεται εἰς οὐθέν
11 ὅτι καθάπερ κολλα̃ται τὸ περίζωμα περὶ τὴν ὀσφὺν του̃ ἀνθρώπου οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἰ̃κον του̃ Ισραηλ καὶ πα̃ν οἰ̃κον Ιουδα του̃ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν καὶ οὐκ εἰσήκουσάν μου
12 καὶ ἐρει̃ς πρὸς τὸν λαὸν του̃τον πα̃ς ἀσκὸς πληρωθήσεται οἴνου καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πα̃ς ἀσκὸς πληρωθήσεται οἴνου
13 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πληρω̃ τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην καὶ τοὺς βασιλει̃ς αὐτω̃ν τοὺς καθημένους υἱοὺς Δαυιδ ἐπὶ θρόνου αὐτου̃ καὶ τοὺς ἱερει̃ς καὶ τοὺς προφήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικου̃ντας Ιερουσαλημ μεθύσματι
14 καὶ διασκορπιω̃ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτου̃ καὶ τοὺς πατέρας αὐτω̃ν καὶ τοὺς υἱοὺς αὐτω̃ν ἐν τω̨̃ αὐτω̨̃ οὐκ ἐπιποθήσω λέγει κύριος καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαφθορα̃ς αὐτω̃ν
15 ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε ὅτι κύριος ἐλάλησεν
16 δότε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν δόξαν πρὸ του̃ συσκοτάσαι καὶ πρὸς του̃ προσκόψαι πόδας ὑμω̃ν ἐπ' ὄρη σκοτεινὰ καὶ ἀναμενει̃τε εἰς φω̃ς καὶ ἐκει̃ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος
17 ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμω̃ν ἀπὸ προσώπου ὕβρεως καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμω̃ν δάκρυα ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου
18 εἴπατε τω̨̃ βασιλει̃ καὶ τοι̃ς δυναστεύουσιν ταπεινώθητε καὶ καθίσατε ὅτι καθη̨ρέθη ἀπὸ κεφαλη̃ς ὑμω̃ν στέφανος δόξης ὑμω̃ν
19 πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν καὶ οὐκ ἠ̃ν ὁ ἀνοίγων ἀπω̨κίσθη Ιουδας συνετέλεσεν ἀποικίαν τελείαν
20 ἀνάλαβε ὀφθαλμούς σου Ιερουσαλημ καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρα̃ που̃ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι πρόβατα δόξης σου
21 τί ἐρει̃ς ὅταν ἐπισκέπτωνταί σε καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν οὐκ ὠδι̃νες καθέξουσίν σε καθὼς γυναι̃κα τίκτουσαν
22 καὶ ἐὰν εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου διὰ τί ἀπήντησέν μοι ταυ̃τα διὰ τὸ πλη̃θος τη̃ς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθη̃ναι τὰς πτέρνας σου
23 εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτου̃ καὶ πάρδαλις τὰ ποικίλματα αὐτη̃ς καὶ ὑμει̃ς δυνήσεσθε εὐ̃ ποιη̃σαι μεμαθηκότες τὰ κακά
24 καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον
25 οὑ̃τος ὁ κλη̃ρός σου καὶ μερὶς του̃ ἀπειθει̃ν ὑμα̃ς ἐμοί λέγει κύριος ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν
26 κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ ὀφθήσεται ἡ ἀτιμία σου
27 καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τη̃ς πορνείας σου ἐπὶ τω̃ν βουνω̃ν καὶ ἐν τοι̃ς ἀγροι̃ς ἑώρακα τὰ βδελύγματά σου οὐαί σοι Ιερουσαλημ ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου ἕως τίνος ἔτι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.