ΙΟΥΔΉΘ,
κεφαλίς 4
1 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικου̃ντες ἐν τη̨̃ Ιουδαία̨ πάντα ὅσα ἐποίησεν Ολοφέρνης τοι̃ς ἔθνεσιν ὁ ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως 'Ασσυρίων καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτω̃ν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν |
2 καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτου̃ καὶ περὶ Ιερουσαλημ καὶ του̃ ναου̃ κυρίου θεου̃ αὐτω̃ν ἐταράχθησαν |
3 ὅτι προσφάτως ἠ̃σαν ἀναβεβηκότες ἐκ τη̃ς αἰχμαλωσίας καὶ νεωστὶ πα̃ς ὁ λαὸς συνελέλεκτο τη̃ς Ιουδαίας καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἰ̃κος ἐκ τη̃ς βεβηλώσεως ἡγιασμένα ἠ̃ν |
4 καὶ ἀπέστειλαν εἰς πα̃ν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιθωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλω̃να Σαλημ |
5 καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τω̃ν ὀρέων τω̃ν ὑψηλω̃ν καὶ ἐτείχισαν τὰς ἐν αὐτοι̃ς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου ὅτι προσφάτως ἠ̃ν τὰ πεδία αὐτω̃ν τεθερισμένα |
6 καὶ ἔγραψεν Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας ὃς ἠ̃ν ἐν ται̃ς ἡμέραις ἐν Ιερουσαλημ τοι̃ς κατοικου̃σι Βαιτυλουα καὶ Βαιτομεσθαιμ ἥ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον του̃ πεδίου του̃ πλησίον Δωθαϊμ |
7 λέγων διακατασχει̃ν τὰς ἀναβάσεις τη̃ς ὀρεινη̃ς ὅτι δι' αὐτω̃ν ἠ̃ν ἡ εἴσοδος εἰς τὴν Ιουδαίαν καὶ ἠ̃ν εὐχερω̃ς διακωλυ̃σαι αὐτοὺς προσβαίνοντας στενη̃ς τη̃ς προσβάσεως οὔσης ἐπ' ἄνδρας τοὺς πάντας δύο |
8 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοι̃ς Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ισραηλ οἳ ἐκάθηντο ἐν Ιερουσαλημ |
9 καὶ ἀνεβόησαν πα̃ς ἀνὴρ Ισραηλ πρὸς τὸν θεὸν ἐν ἐκτενεία̨ μεγάλη̨ καὶ ἐταπείνωσαν τὰς ψυχὰς αὐτω̃ν ἐν ἐκτενεία̨ μεγάλη̨ |
10 αὐτοὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ νήπια αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν καὶ πα̃ς πάροικος καὶ μισθωτὸς καὶ ἀργυρώνητος αὐτω̃ν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτω̃ν |
11 καὶ πα̃ς ἀνὴρ Ισραηλ καὶ γυνὴ καὶ τὰ παιδία οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ ἔπεσον κατὰ πρόσωπον του̃ ναου̃ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτω̃ν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτω̃ν κατὰ πρόσωπον κυρίου |
12 καὶ τὸ θυσιαστήριον σάκκω̨ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενω̃ς του̃ μὴ δου̃ναι εἰς διαρπαγὴν τὰ νήπια αὐτω̃ν καὶ τὰς γυναι̃κας εἰς προνομὴν καὶ τὰς πόλεις τη̃ς κληρονομίας αὐτω̃ν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοι̃ς ἔθνεσιν |
13 καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς αὐτω̃ν καὶ εἰσει̃δεν τὴν θλι̃ψιν αὐτω̃ν καὶ ἠ̃ν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάση̨ τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τω̃ν ἁγίων κυρίου παντοκράτορος |
14 καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον κυρίου ἱερει̃ς καὶ οἱ λειτουργου̃ντες κυρίω̨ σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτω̃ν προσέφερον τὴν ὁλοκαύτωσιν του̃ ἐνδελεχισμου̃ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα του̃ λαου̃ |
15 καὶ ἠ̃ν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτω̃ν καὶ ἐβόων πρὸς κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πα̃ν οἰ̃κον Ισραηλ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.