Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΟΥΔΉΘ, κεφαλίς 5

1 καὶ ἀνηγγέλη Ολοφέρνη̨ ἀρχιστρατήγω̨ δυνάμεως Ασσουρ διότι οἱ υἱοὶ Ισραηλ παρεσκευάσαντο εἰς πόλεμον καὶ τὰς διόδους τη̃ς ὀρεινη̃ς συνέκλεισαν καὶ ἐτείχισαν πα̃σαν κορυφὴν ὄρους ὑψηλου̃ καὶ ἔθηκαν ἐν τοι̃ς πεδίοις σκάνδαλα
2 καὶ ὠργίσθη θυμω̨̃ σφόδρα καὶ ἐκάλεσεν πάντας τοὺς ἄρχοντας Μωαβ καὶ τοὺς στρατηγοὺς Αμμων καὶ πάντας σατράπας τη̃ς παραλίας
3 καὶ εἰ̃πεν αὐτοι̃ς ἀναγγείλατε δή μοι υἱοὶ Χανααν τίς ὁ λαὸς οὑ̃τος ὁ καθήμενος ἐν τη̨̃ ὀρεινη̨̃ καὶ τίνες ἃς κατοικου̃σιν πόλεις καὶ τὸ πλη̃θος τη̃ς δυνάμεως αὐτω̃ν καὶ ἐν τίνι τὸ κράτος αὐτω̃ν καὶ ἡ ἰσχὺς αὐτω̃ν καὶ τίς ἀνέστηκεν ἐπ' αὐτω̃ν βασιλεὺς ἡγούμενος στρατια̃ς αὐτω̃ν
4 καὶ διὰ τί κατενωτίσαντο του̃ μὴ ἐλθει̃ν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικου̃ντας ἐν δυσμαι̃ς
5 καὶ εἰ̃πεν πρὸς αὐτὸν Αχιωρ ὁ ἡγούμενος πάντων υἱω̃ν Αμμων ἀκουσάτω δὴ λόγον ὁ κύριός μου ἐκ στόματος του̃ δούλου σου καὶ ἀναγγελω̃ σοι τὴν ἀλήθειαν περὶ του̃ λαου̃ τούτου ὃς κατοικει̃ τὴν ὀρεινὴν ταύτην πλησίον σου̃ οἰκου̃ντος καὶ οὐκ ἐξελεύσεται ψευ̃δος ἐκ του̃ στόματος του̃ δούλου σου
6 ὁ λαὸς οὑ̃τός εἰσιν ἀπόγονοι Χαλδαίων
7 καὶ παρώ̨κησαν τὸ πρότερον ἐν τη̨̃ Μεσοποταμία̨ ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθη̃σαι τοι̃ς θεοι̃ς τω̃ν πατέρων αὐτω̃ν οἳ ἐγένοντο ἐν γη̨̃ Χαλδαίων
8 καὶ ἐξέβησαν ἐξ ὁδου̃ τω̃ν γονέων αὐτω̃ν καὶ προσεκύνησαν τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ θεω̨̃ ὡ̨̃ ἐπέγνωσαν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τω̃ν θεω̃ν αὐτω̃ν καὶ ἔφυγον εἰς Μεσοποταμίαν καὶ παρώ̨κησαν ἐκει̃ ἡμέρας πολλάς
9 καὶ εἰ̃πεν ὁ θεὸς αὐτω̃ν ἐξελθει̃ν ἐκ τη̃ς παροικίας αὐτω̃ν καὶ πορευθη̃ναι εἰς γη̃ν Χανααν καὶ κατώ̨κησαν ἐκει̃ καὶ ἐπληθύνθησαν χρυσίω̨ καὶ ἀργυρίω̨ καὶ ἐν κτήνεσιν πολλοι̃ς σφόδρα
10 καὶ κατέβησαν εἰς Αἴγυπτον ἐκάλυψεν γὰρ τὸ πρόσωπον τη̃ς γη̃ς Χανααν λιμός καὶ παρώ̨κησαν ἐκει̃ μέχρις οὑ̃ διετράφησαν καὶ ἐγένοντο ἐκει̃ εἰς πλη̃θος πολύ καὶ οὐκ ἠ̃ν ἀριθμὸς του̃ γένους αὐτω̃ν
11 καὶ ἐπανέστη αὐτοι̃ς ὁ βασιλεὺς Αἰγύπτου καὶ κατεσοφίσατο αὐτοὺς ἐν πόνω̨ καὶ πλίνθω̨ ἐταπείνωσαν αὐτοὺς καὶ ἔθεντο αὐτοὺς εἰς δούλους
12 καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν αὐτω̃ν καὶ ἐπάταξεν πα̃σαν τὴν γη̃ν Αἰγύπτου πληγαι̃ς ἐν αἱ̃ς οὐκ ἠ̃ν ἴασις καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτω̃ν
13 καὶ κατεξήρανεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτω̃ν
14 καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν του̃ Σινα καὶ Καδης Βαρνη καὶ ἐξέβαλον πάντας τοὺς κατοικου̃ντας ἐν τη̨̃ ἐρήμω̨
15 καὶ ὤ̨κησαν ἐν γη̨̃ Αμορραίων καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλέθρευσαν ἐν τη̨̃ ἰσχύι αὐτω̃ν καὶ διαβάντες τὸν Ιορδάνην ἐκληρονόμησαν πα̃σαν τὴν ὀρεινὴν
16 καὶ ἐξέβαλον ἐκ προσώπου αὐτω̃ν τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ιεβουσαι̃ον καὶ τὸν Συχεμ καὶ πάντας τοὺς Γεργεσαίους καὶ κατώ̨κησαν ἐν αὐτη̨̃ ἡμέρας πολλάς
17 καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον του̃ θεου̃ αὐτω̃ν ἠ̃ν μετ' αὐτω̃ν τὰ ἀγαθά ὅτι θεὸς μισω̃ν ἀδικίαν μετ' αὐτω̃ν ἐστιν
18 ὅτε δὲ ἀπέστησαν ἀπὸ τη̃ς ὁδου̃ ἡ̃ς διέθετο αὐτοι̃ς ἐξωλεθρεύθησαν ἐν πολλοι̃ς πολέμοις ἐπὶ πολὺ σφόδρα καὶ ἠ̨χμαλωτεύθησαν εἰς γη̃ν οὐκ ἰδίαν καὶ ὁ ναὸς του̃ θεου̃ αὐτω̃ν ἐγενήθη εἰς ἔδαφος καὶ αἱ πόλεις αὐτω̃ν ἐκρατήθησαν ὑπὸ τω̃ν ὑπεναντίων
19 καὶ νυ̃ν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτω̃ν ἀνέβησαν ἐκ τη̃ς διασπορα̃ς οὑ̃ διεσπάρησαν ἐκει̃ καὶ κατέσχον τὴν Ιερουσαλημ οὑ̃ τὸ ἁγίασμα αὐτω̃ν καὶ κατω̨κίσθησαν ἐν τη̨̃ ὀρεινη̨̃ ὅτι ἠ̃ν ἔρημος
20 καὶ νυ̃ν δέσποτα κύριε εἰ μὲν ἔστιν ἀγνόημα ἐν τω̨̃ λαω̨̃ τούτω̨ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτω̃ν καὶ ἐπισκεψόμεθα ὅτι ἔστιν ἐν αὐτοι̃ς σκάνδαλον του̃το καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς
21 εἰ δ' οὐκ ἔστιν ἀνομία ἐν τω̨̃ ἔθνει αὐτω̃ν παρελθέτω δὴ ὁ κύριός μου μήποτε ὑπερασπίση̨ ὁ κύριος αὐτω̃ν καὶ ὁ θεὸς αὐτω̃ν ὑπὲρ αὐτω̃ν καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τη̃ς γη̃ς
22 καὶ ἐγένετο ὡς ἐπαύσατο Αχιωρ λαλω̃ν τοὺς λόγους τούτους καὶ ἐγόγγυσεν πα̃ς ὁ λαὸς ὁ κυκλω̃ν τὴν σκηνὴν καὶ περιεστώς καὶ εἰ̃παν οἱ μεγιστα̃νες Ολοφέρνου καὶ πάντες οἱ κατοικου̃ντες τὴν παραλίαν καὶ τὴν Μωαβ συγκόψαι αὐτόν
23 οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱω̃ν Ισραηλ ἰδοὺ γὰρ λαὸς ἐν ὡ̨̃ οὐκ ἔστιν δύναμις οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν
24 διὸ δὴ ἀναβησόμεθα καὶ ἔσονται εἰς κατάβρωσιν πάσης τη̃ς στρατια̃ς σου δέσποτα Ολοφέρνη
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.