1 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατε δή μου ἀδελφοί καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τη̃ς ἐπάλξεως του̃ τείχους ὑμω̃ν |
2 καὶ ἔσται ἡνίκα ἐὰν διαφαύση̨ ὁ ὄρθρος καὶ ἐξέλθη̨ ὁ ἥλιος ἐπὶ τὴν γη̃ν ἀναλήμψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμω̃ν καὶ ἐξελεύσεσθε πα̃ς ἀνὴρ ἰσχύων ἔξω τη̃ς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱω̃ν Ασσουρ καὶ οὐ καταβήσεσθε |
3 καὶ ἀναλαβόντες οὑ̃τοι τὰς πανοπλίας αὐτω̃ν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτω̃ν καὶ ἐγερου̃σι τοὺς στρατηγοὺς τη̃ς δυνάμεως Ασσουρ καὶ συνδραμου̃νται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιπεσει̃ται ἐπ' αὐτοὺς φόβος καὶ φεύξονται ἀπὸ προσώπου ὑμω̃ν |
4 καὶ ἐπακολουθήσαντες ὑμει̃ς καὶ πάντες οἱ κατοικου̃ντες πα̃ν ὅριον Ισραηλ καταστρώσατε αὐτοὺς ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν |
5 πρὸ δὲ του̃ ποιη̃σαι ταυ̃τα καλέσατέ μοι Αχιωρ τὸν Αμμανίτην ἵνα ἰδὼν ἐπιγνοι̃ τὸν ἐκφαυλίσαντα τὸν οἰ̃κον του̃ Ισραηλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμα̃ς |
6 καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ του̃ οἴκου Οζια ὡς δὲ ἠ̃λθεν καὶ εἰ̃δεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τη̨̃ ἐκκλησία̨ του̃ λαου̃ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐξελύθη τὸ πνευ̃μα αὐτου̃ |
7 ὡς δὲ ἀνέλαβον αὐτόν προσέπεσεν τοι̃ς ποσὶν Ιουδιθ καὶ προσεκύνησεν τω̨̃ προσώπω̨ αὐτη̃ς καὶ εἰ̃πεν εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ ἔθνει οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται |
8 καὶ νυ̃ν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ται̃ς ἡμέραις ταύταις καὶ ἀπήγγειλεν αὐτω̨̃ Ιουδιθ ἐν μέσω̨ του̃ λαου̃ πάντα ὅσα ἠ̃ν πεποιηκυι̃α ἀφ' ἡ̃ς ἡμέρας ἐξη̃λθεν ἕως οὑ̃ ἐλάλει αὐτοι̃ς |
9 ὡς δὲ ἐπαύσατο λαλου̃σα ἠλάλαξεν ὁ λαὸς φωνη̨̃ μεγάλη̨ καὶ ἔδωκεν φωνὴν εὐφρόσυνον ἐν τη̨̃ πόλει αὐτω̃ν |
10 ἰδὼν δὲ Αχιωρ πάντα ὅσα ἐποίησεν ὁ θεὸς του̃ Ισραηλ ἐπίστευσεν τω̨̃ θεω̨̃ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃ καὶ προσετέθη εἰς τὸν οἰ̃κον Ισραηλ ἕως τη̃ς ἡμέρας ταύτης |
11 ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ του̃ τείχους καὶ ἀνέλαβεν πα̃ς ἀνὴρ τὰ ὅπλα αὐτου̃ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις του̃ ὄρους |
12 οἱ δὲ υἱοὶ Ασσουρ ὡς εἰ̃δον αὐτούς διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτω̃ν οἱ δὲ ἠ̃λθον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτω̃ν |
13 καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἰ̃παν τω̨̃ ὄντι ἐπὶ πάντων τω̃ν αὐτου̃ ἔγειρον δὴ τὸν κύριον ἡμω̃ν ὅτι ἐτόλμησαν οἱ δου̃λοι καταβαίνειν ἐφ' ἡμα̃ς εἰς πόλεμον ἵνα ἐξολεθρευθω̃σιν εἰς τέλος |
14 καὶ εἰση̃λθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τη̃ς σκηνη̃ς ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ |
15 ὡς δ' οὐθεὶς ἐπήκουσεν διαστείλας εἰση̃λθεν εἰς τὸν κοιτω̃να καὶ εὑ̃ρεν αὐτὸν ἐπὶ τη̃ς χελωνίδος ἐρριμμένον νεκρόν καὶ ἡ κεφαλὴ αὐτου̃ ἀφή̨ρητο ἀπ' αὐτου̃ |
16 καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ μετὰ κλαυθμου̃ καὶ στεναγμου̃ καὶ βοη̃ς ἰσχυρα̃ς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃ |
17 καὶ εἰση̃λθεν εἰς τὴν σκηνήν οὑ̃ ἠ̃ν Ιουδιθ καταλύουσα καὶ οὐχ εὑ̃ρεν αὐτήν καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν |
18 ἠθέτησαν οἱ δου̃λοι ἐποίησεν αἰσχύνην μία γυνὴ τω̃ν Εβραίων εἰς τὸν οἰ̃κον του̃ βασιλέως Ναβουχοδονοσορ ὅτι ἰδοὺ Ολοφέρνης χαμαί καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ' αὐτω̨̃ |
19 ὡς δὲ ἤκουσαν ταυ̃τα τὰ ῥήματα οἱ ἄρχοντες τη̃ς δυνάμεως Ασσουρ τοὺς χιτω̃νας αὐτω̃ν διέρρηξαν καὶ ἐταράχθη αὐτω̃ν ἡ ψυχὴ σφόδρα καὶ ἐγένετο αὐτω̃ν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσω̨ τη̃ς παρεμβολη̃ς |