Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΟΥΔΉΘ, κεφαλίς 15

1 καὶ ὡς ἤκουσαν οἱ ἐν τοι̃ς σκηνώμασιν ὄντες ἐξέστησαν ἐπὶ τὸ γεγονός
2 καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τρόμος καὶ φόβος καὶ οὐκ ἠ̃ν ἄνθρωπος μένων κατὰ πρόσωπον του̃ πλησίον ἔτι ἀλλ' ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πα̃σαν ὁδὸν του̃ πεδίου καὶ τη̃ς ὀρεινη̃ς
3 καὶ οἱ παρεμβεβληκότες ἐν τη̨̃ ὀρεινη̨̃ κύκλω̨ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν καὶ τότε οἱ υἱοὶ Ισραηλ πα̃ς ἀνὴρ πολεμιστὴς ἐξ αὐτω̃ν ἐξεχύθησαν ἐπ' αὐτούς
4 καὶ ἀπέστειλεν Οζιας εἰς Βαιτομασθαιμ καὶ Βηβαι καὶ Χωβαι καὶ Κωλα καὶ εἰς πα̃ν ὅριον Ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τω̃ν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθω̃σιν τοι̃ς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτω̃ν
5 ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ' αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τη̃ς ὀρεινη̃ς ἀνήγγειλαν γὰρ αὐτοι̃ς τὰ γεγονότα τη̨̃ παρεμβολη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τη̨̃ Γαλιλαία̨ ὑπερεκέρασαν αὐτοὺς πληγη̨̃ μεγάλη̨ ἕως οὑ̃ παρη̃λθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτη̃ς
6 οἱ δὲ λοιποὶ οἱ κατοικου̃ντες Βαιτυλουα ἐπέπεσαν τη̨̃ παρεμβολη̨̃ Ασσουρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα
7 οἱ δὲ υἱοὶ Ισραηλ ἀναστρέψαντες ἀπὸ τη̃ς κοπη̃ς ἐκυρίευσαν τω̃ν λοιπω̃ν καὶ αἱ κω̃μαι καὶ ἐπαύλεις ἐν τη̨̃ ὀρεινη̨̃ καὶ πεδινη̨̃ ἐκράτησαν πολλω̃ν λαφύρων ἠ̃ν γὰρ πλη̃θος πολὺ σφόδρα
8 καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τω̃ν υἱω̃ν Ισραηλ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ ἠ̃λθον του̃ θεάσασθαι τὰ ἀγαθά ἃ ἐποίησεν κύριος τω̨̃ Ισραηλ καὶ του̃ ἰδει̃ν τὴν Ιουδιθ καὶ λαλη̃σαι μετ' αὐτη̃ς εἰρήνην
9 ὡς δὲ εἰση̃λθον πρὸς αὐτήν εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἰ̃παν πρὸς αὐτήν σὺ ὕψωμα Ιερουσαλημ σὺ γαυρίαμα μέγα του̃ Ισραηλ σὺ καύχημα μέγα του̃ γένους ἡμω̃ν
10 ἐποίησας ταυ̃τα πάντα ἐν χειρί σου ἐποίησας τὰ ἀγαθὰ μετὰ Ισραηλ καὶ εὐδόκησεν ἐπ' αὐτοι̃ς ὁ θεός εὐλογημένη γίνου παρὰ τω̨̃ παντοκράτορι κυρίω̨ εἰς τὸν αἰω̃να χρόνον καὶ εἰ̃πεν πα̃ς ὁ λαός γένοιτο
11 καὶ ἐλαφύρευσεν πα̃ς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ' ἡμέρας τριάκοντα καὶ ἔδωκαν τη̨̃ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκει̃α καὶ πάντα τὰ κατασκευάσματα αὐτου̃ καὶ λαβου̃σα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτη̃ς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτη̃ς καὶ ἐσώρευσεν αὐτὰ ἐπ' αὐτω̃ν
12 καὶ συνέδραμεν πα̃σα γυνὴ Ισραηλ του̃ ἰδει̃ν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτη̨̃ χορὸν ἐξ αὐτω̃ν καὶ ἔλαβεν θύρσους ἐν ται̃ς χερσὶν αὐτη̃ς καὶ ἔδωκεν ται̃ς γυναιξὶν ται̃ς μετ' αὐτη̃ς
13 καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὐτὴ καὶ αἱ μετ' αὐτη̃ς καὶ προη̃λθεν παντὸς του̃ λαου̃ ἐν χορεία̨ ἡγουμένη πασω̃ν τω̃ν γυναικω̃ν καὶ ἠκολούθει πα̃ς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τω̨̃ στόματι αὐτω̃ν
14 καὶ ἐξη̃ρχεν Ιουδιθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ καὶ ὑπερεφώνει πα̃ς ὁ λαὸς τὴν αἴνεσιν ταύτην
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.